Ancient Greek
P.Cair. Isid. 114
Documentary Papyri, P.Cair. Isid. 114
Not analysed yet
Αὐρηλία Πτολέμα διʼ ἐμοῦ τοῦ ἀνδρὸς Αὐρηλίου Ἰωάννου γυμνασιαρχ Αὐρηλίῳ Ἰσιδώρῳ χαίρειν. ἔσχον παρὰ σοῦ τὸ ἐπιβάλλον μοι μέρος ὧν ἐγεώργησας ἀρουρῶν περὶ ὁριοδεικτίας Καρανίδος ὑπὲρ γενήματος τοῦ διεληλυθότος κ ἔτους καὶ ιβ ἔτους πυροῦ ἀρτάβας τέσσαρας ἥμισυ, γίνονται ἀρτάβαι δ 𐅵,μένοντός μοι τοῦ λόγου περὶ τοῦ προτέρου ιθ ἔτους καὶ ιη ἔτους καὶ ια ἔτους. Αὐρήλιος Ἰωάννης ἔγραψα τὰ ὅλα. ἔτους κα καὶ ιγ Ἁθὺρ ιζ.