Ancient Greek
P.Cair. Isid. 113
Documentary Papyri, P.Cair. Isid. 113
Not analysed yet
Αὐρήλιοι Γέμελλος καὶ Πασιγένης ἀμφότεροι Παλήμονος διʼ ἐμοῦ τοῦ ὁμομητρίου αὐτῶν ἀδελφοῦ Αὐρηλίου Κασίου καὶ ὡς χρηματίζω Αὐρηλίῳ Ἰσιδώρῳ γεωργῷ χαίρειν. ἀπέσχαμεν παρὰ σοῦ τὸ ἐκφόριον ὧν γεωργεῖς ἡμῶν ἀρουρῶν περὶ ὁριοδεικτίαν Καρανίδος ἐπὶ τῆς ἕκτης σφραγῖδος ὑπὲρ γενήματος τοῦ ἐνεστῶτος ἔτους πυροῦ ἀρτάβας τέσσαρας ἥμισυ τρίτον ,καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Κάσιος ἔγραψα τὰ ὅλα. ἔτους ιθ καὶ ιη καὶ ιβ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων …