Ancient Greek
P.Cair. Isid. 116
Documentary Papyri, P.Cair. Isid. 116
Not analysed yet
Αὐρήλιοι Κάσιος καὶ Ἰσίδωρος ἀμφότεροι υἱοὶ Ἡρᾶ Πετουβέστιος καὶ ὡς χρηματίζουσιν Αὐρηλίῳ Ἰσιδώρῳ Πτολεμαίου γεωργῷ χαίρειν. ἀπέσχαμεν παρὰ σοῦ τὸ ἐκφόριον ὧν γεωργεῖς ἡμῶν ἀρουρῶν περὶ ὁριοδεικτίαν Καρανίδος ἐπὶ τῆς ϛ σφραγῖδος ὑπὲρ τῶν ἀνὰ χεῖρα χρόνων μέχρι τοῦ διεληλυθότος ιδ ἔτους καὶ β ἔτους πλήρης, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Κάσιος ἔγραψα τὰ ὅλα. ἔτους ιε καὶ γ καὶ α τῶν κυρίων ἡμῶν Μαξιμιανοῦ καὶ Σεουήρου Σεβαστῶν καὶ Μαξιμίνου καὶ Κωνσταντίνου τῶν ἐπιφανεστάτων Καισάρων, Χοιὰκ κθ.