Ancient Greek
P.Cair. Isid. 117
Documentary Papyri, P.Cair. Isid. 117
Not analysed yet
Αὐρήλιος Ζωίλος πρυτανικὸς ὑπηρέτης Αὐρηλίῳ Ἰσιδώρῳ Πτολεμαίου χαίρειν. ἀπέσχον παρὰ σοῦ τὸ ἐκφόριον ὧν γεωργεῖς μου ἀρουρῶν περὶ τὴν ὁριοδεικτίαν Καρανίδος ὑπὲρ γενήματος ιζ ἔτους καὶ ε ἔτους καὶ γ ἔτους καὶ α ἔτους πυροῦ ἀρτάβας ἐννέα ὡς πρόκιται. Αὐρήλιος Ζωίλος ἔγραψα τὰ ὅλα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικιννιανοῦ Λικιννίου Σεβαστοῦ καὶ Φλαυίου Κωνσταντίνου υἱοῦ Σεβαστῶν, εἰδοῖς Ὀκτωβρίαις.