Ancient Greek
P.Cair. Isid. 122
Documentary Papyri, P.Cair. Isid. 122
Not analysed yet
Αὐρηλία Πτολεμᾶς Ἀπολλωνίου μητρὸς Σερηνίλλας ἀπὸ ἀμφόδου Φρεμὶ Αὐρηλίῳ Ἰσιδώρῳ Πτολεμαίου γεωργῷ χαίρειν. ἀπέσχον παρὰ σοῦ τὸ ἐκφόριον ὧν ἐγεώργησάς μου ἀρουρῶν περὶ ὁριοδεικτίαν Καρανίδος ὑπὲρ γενήματος κα ἔτους πυροῦ ἀρτάβας ἐννέα, γίνονται ἀρτάβαι θ, πλήρης, κυρίας οὔσης τῆς μισθώσεως, καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. ὑπατείας Ῥουφίου Οὐολουσιανοῦ καὶ Πετρωνίου Ἀννιανοῦ τῶν λαμπροτάτων, Ἁθὺρ θ. Αὐρηλία Πτολεμᾶς ἔσχον τὰ ἐκφόρια πλήρης ὡς πρόκιται. Αὐρήλιος Σερῆνος ἔγραψα ὑπὲρ τῆς μητρός μου ἀγραμμάτου. Αὐρηλία Πτολεμᾶς Ἀπολλωνίου μητρὸς Σερηνίλλας ἀπὸ ἀμφόδου Φρεμὶ Αὐρηλίῳ Ἰσιδώρῳ Πτολεμαίου γεωργῷ χαίρειν. ἀπέσχον παρὰ σοῦ τὸ ἐκφόριον ὧν γεωργεῖς μου ἀρουρῶν περὶ ὁριοδεικτίαν Καρανίδος ὑπὲρ γενήματος β ἰνδικτίωνος, ἅ ἐστιν κβ ἔτος, καὶ γ ἰνδικτίωνος, ἅ ἐστιν κγ ἔτους, πυροῦ ἀρτάβας δεκαοκτώ, γίνονται ἀρτάβαι ιη, πλήρης ὡς πρόκιται. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου Σεβαστῶν τὸ δ Μεσορὴ δ. Αὐρηλία Πτολεμᾶς ἀπέσχον τὸ ἐκφόριον ὡς πρόκιται. Αὐρήλιος Σερῆνος ἔγραψα ὑπὲρ τῆς μητρός μου ἀγραμμάτου.