Ancient Greek
P.Cair. Isid. 121
Documentary Papyri, P.Cair. Isid. 121
Not analysed yet
…ἀπέσχον παρὰ σοῦ τὸ ἐκφόριον ὧν γεωργεῖς μου ἀρουρῶν περὶ πεδίον ὁριοδεικτίας Καρανίδος ὑπὲρ γενήματος τοῦ διεληλυθότος η ἔτους καὶ ϛ ἔτους καὶ δ ἔτους πυροῦ ἀρτάβας τέσσαρας ἥμισυ ,ὑπολογουμένων μοι καὶ ὧν ἐμέτρησας τοῖς τοῦ αὐτοῦ ἔτους σιτολόγοις ὑπὲρ τοῦ ὀνόματός μου ἄλλων πυροῦ ἀρταβῶν τεσσάρων ἥμισυ ,γείνονται ὁμοῦ πυροῦ ἀρτάβαι ἐννέα ,καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου Σεβαστῶν τὸ β, Θὼθ κ. Αὐρήλιος Ζωίλος ἔσχον τὸ ἐκφόριον ὡς πρόκιται.