Ancient Greek
P.Cair. Isid. 124
Documentary Papyri, P.Cair. Isid. 124
Not analysed yet
Αὐρηλίῳ Ἥρωνι στρατηγῷ Ἀρσινοείτου παρὰ Αὐρηλίου Σαραπίωνος ὑπηρέτου τῆς σῆς τάξεως. ἐπισταλεὶς ὑπὸ σοῦ ἐκ τῶν ἐπιδοθέντων σοι βιβλίων ὑπὸ Ἰσιδώρου ὥστε παραγενέσθαι ἐν κώμῃ Καρανίδι καὶ ἐπιδεῖν ἐπὶ ἁλωνίαν τούτου τοῦ Ἰσιδώρου ἐμπρησθεῖσαν, γενόμενος εἰς τὸν τόπον καὶ παραλαβὼν δημοσίους τῆς κώμης καὶ ἐλέγξας Σώταν καὶ Λεωνίδην εὗρον αὐτὴν ἐμπρησθεῖσαν. διὸ προσφωνῶ ὡς πρόκιται. Αὐρήλιος Σαραπίων προσφωνῶ ὡς πρόκιται. ἔτους ιδ καὶ ιγ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους ϛ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Μεσορὴ κθ.