Ancient Greek
P.Cair. Isid. 125
Documentary Papyri, P.Cair. Isid. 125
Not analysed yet
Αὐρηλίῳ Ἡρακλείδῃ πραιποσίτῳ ε πάγου παρὰ Αὐρηλίων Ἰσιδώρου Σαραπίωνος καὶ Ἀιώνεως Συρίωνος ἀμφοτέρων κωμαρχῶν κώμης Καρανίδος. δίδομεν καὶ εἰσαγγέλλομεν τῷ ἰδίῳ ἡμῶν κινδύνῳ τοὺς ἑξῆς ἐνγεγραμμένους κωμάρχας τοῦ εἰσιόντος ιζ ἔτους καὶ ε ἔτους ὄντας εὐπόρους καὶ ἐπιτηδείους καὶ ἐπιτελοῦντας τὴν ἐγχειρισθεῖσαν αὐτοῖς φροντίδα ἐπὶ τὸν τεταγμένον ἐνιαύσιον χρόνον ὑγιῶς καὶ πιστῶς εἰσὶ δέ· Ἰσίδωρος Πτελεμαίου μητρὸς Ἡρωίδος ἐτῶν μ Πτολεμαῖος Πανισάτεως μητρὸς Σαραπιάδος ἐτῶν λ Αὐρήλιοι Ἰσίδωρος Σαραπίωνος καὶ Ἀιῶν Συρίονος εἰσηγγείλαμεν τοὺς ἀνθʼ ἡμῶν κωμάρχας ὡς πρόκειται. Αὐρήλιος Ἄρειος ὁ καὶ Ἀπίων ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων. ἔτους ιϛ καὶ δ τῶν κυρίων ἡμῶν Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ Σεβαστοῦ καὶ Γαλερίου Οὐαλερίου Μαξιμίνου τοῦ ἐπιφανεστάτου Καίσαρος, πρὸ η εἰδῶν Αὐγούστων.