Ancient Greek
P.Cair. Isid. 126
Documentary Papyri, P.Cair. Isid. 126
Not analysed yet
κυρίῳ μου ἀδελφῷ …πραιποσίτῳ …πάγου Ἡρακλείδης πραιπόσιτος ε πάγου χαίρειν. καὶ σὺ αὐτός, ἄδελφε, οὐκ ἀγνοεῖς τὸ κελευσθὲν ὑπὸ τῆς θείας καὶ οὐρανίου αὐτῶν τύχης τῶν δεσποτῶν ἡμῶν βασιλέων πάντας τοὺς ξένους τοὺς εὑρισκομένους ἐν ταῖς κώμαις …ρισ…υφες κατὰ ἀνδρεῖον λόγον πρὸ σεισμοῦ ἐπενεγκεῖν τῷ ἱερωτάτῳ ταμιείῳ πρὸς φόλλεις πέντε . ἐπειδὴ οἱ ἀπὸ κώμης Κερανίδος ἐνέτυχάν μοι ὡς ἀνθρώπων αὐτῶν ὄντων εἶναι ὑπὸ τῷ σῷ πάγῳ, ἔσπευσα οὖν δηλῶσαί σοι, ἄδελφε, ὅπως ἐπαναγκάσῃς τοὺς κωμήτας παραδοῦναι αὐτοῖς τοὺς ὁμοκωμήτας αὐτῶν ὅπου ἐὰν ὑποβαλοῦσιν, καὶ δηλώσῃς μοι τίνας αὐτοῖς παραδέδωκας. εἰ δέ τινες καὶ τοῦ σοῦ πάγου εἰσὶν παρʼ ἐμοί, ἀπόστειλον τοὺς …δεχομένους αὐτοὺς μετὰ τῶν σῶν γραμμάτων ἵνα οὕτως ἡ πᾶσα κέλευσις ἀποπληρωθῇ. ἐρρῶσθαί σε εὔχομαι, ἄδελφε, πολλοῖς χρόνοις εὐτυχοῦντα.