Ancient Greek
41.7.75 to 41.10.108
Documentary Papyri, P.Cair. Isid. 41.7.75-41.10.108
Not analysed yet
κα ἔτους καὶ ιγ ἔτους, Παῦνι κθ. διέγραψεν ὁ αὐτὸς τιμῆς …ου τοῦ αὐτοῦ ἔτους δραχμὰς τρισχιλίας, δραχμὰς Γ, καὶ Ἐπεὶφ κθ λαχανοσπέρμου ἀρτάβης ἡμισείας …δραχμὰς δισχιλίας, δραχμάς Β. Αὐρήλιος Ἀχιλλᾶς σεσημείωμαι. καὶ τῇ αὐτῇ ἡμέρᾳ ἄλλας δραχμὰς χιλίας ……κοντα …Αὐρήλιος Ἀχιλλᾶς σεσημείωμαι. Αὐρήλιοι Πελῆνις καὶ Ἀιῶν καὶ Α… καὶ οἱ κοινωνοὶ σιτολόγοι κώμης Καρανίδος Αὐρηλίῳ Παλήμωνι χαίρειν. διέγραψας ἡμῖν ὑπὲρ τιμῆς πυροῦ κ ἔτους καὶ ιθ ἔτους καὶ ιβ ἔτους τάλαντον ἓν καὶ δραχμὰς πεντακοσίας, τάλαντον α δραχμὰς φ. Αὐρήλιος …ἔγραψα ὑπὲρ τῶν κοινωνῶν …Αὐρήλιοι Διόσκορος διʼ ἐμοῦ τοῦ Πτολεμαίου καὶ Εὐδαίμων Δούλου ἀπαιτηταὶ γενήματος η ἔτους καὶ ϛ ἔτους καὶ δ ἔτους κώμης Κερανίδος Αὐρηλίῳ Παλήμωνι Πτολεμαίου χαίρειν. παρελάβαμεν παρὰ σοῦ διὰ Κοπρῆ κρέως λίτρας …τεσσεράκοντα, γίνονται λίτραι …μ. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Φλαουίου Οὐαλερίου Κωνσταντίνου καὶ Λικιννίου Λικιννιανοῦ Σεβαστοῦ τὸ β ……καὶ Δημήτριος Πτολεμαίου καὶ Παήσιος …ἀμφότεροι σιτολόγοι κώμης Καρανίδος καὶ ὁριοδεικτίας Αὐρηλίῳ Κοπρῆτι Παλήμωνος χαίρειν. ἐμετρήθημεν ἐν θησαυρῷ τῆς προκειμένης κώμης Καρανίδος μέτρῳ δημοσίῳ μοδίῳ ξυστῷ ὑπὲρ γενήματος η ἔτους καὶ ϛ ἔτους καὶ δ ἔτους πυροῦ σὺν ἑκατοσταῖς ι ἀρτάβας πεντήκοντα τέσσαρας, ἀρτάβας νδ, καὶ κριθῆς ἀρτάβας δεκαεννέα ἥμισυ τέταρτον, ἀρτάβας ιθ 𐅵δ, καὶ τὸ δηνάριον ἑκάστου μοδίου. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Φλαυίου Οὐαλερίου Κωνσταντίνου καὶ Λικκιννιανοῦ Λικκιννίου Σεβαστῶν τὸ β, Μεσορὴ κβ. Κοπρῆς ἔγραψα ὅλα.