Ancient Greek
P.Cair. Isid. 42
Documentary Papyri, P.Cair. Isid. 42
Not analysed yet
ἔτους κ καὶ ιθ καὶ ιβ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ Καισάρων Φαῶφι κε. διέγραψεν Ἰσίδωρος ἀπαιτητὴς Καρανίδος θείας διατυπώσεως ιζ ἔτους καὶ ιϛ ἔτους καὶ ἐνάτου ἔτους Κερκεσούχων ἀποτάκτου τάλαντα τρία, γίνονται τάλαντα γ. καὶ τῇ κϛ διέγραψεν ὁ αὐτὸς Καρανίδος τῆς αὐτῆς διατυπώσεως ιζ ἔτους καὶ ιϛ ἔτους καὶ ἐνάτου ἔτους Κερκεσούχων δραχμὰς πεντακοσίας, γίνονται δραχμαὶ φ.