Ancient Greek
P.Cair. Isid. 53
Documentary Papyri, P.Cair. Isid. 53
Not analysed yet
…νος καὶ …σαις Ἀπολλωνίου …ε…ου. Αὐρηλία Κυριλλοῦς Κοπρῆ …διέγραψεν ἡμῖν τιμῆς ἀχύρου τρίτου μέρους δραχμὰς δισχιλίας πεντακοσίας . Αὐρήλιος …ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων. Θὼθ ζ. …σεσημείωμαι. …Αὐρήλιοι Ἡρακλᾶς Ἀειάνου καὶ Ἁτρῆς Σερήνου ἀπαιτηταὶ ἀχύρου κα ἔτους κώμης Καρανίδος καὶ ὁριοδεικτίας Αὐρηλίᾳ Κυριλλοῦτι Κοπρῆ χαίρειν. ἔσχαμεν παρὰ σοῦ διὰ τοῦ παρόντος Ἡρακλᾶ ὑπὲρ τιμῆς ἀχύρου ὑπὲρ κανόνος τοῦ αὐτοῦ ἔτους δραχμὰς χιλίας διακοσίας, Ασ. η ἔτους καὶ ϛ ἔτους Μεσορὴ κα. Αὐρήλιοι Οὐαλᾶς καὶ Παπέεις ἀμφότεροι ἀπαιτηταὶ ὁριοδεικτίας Καρανίδος Αὐρηλίᾳ Κυριλλοῦτι Κοπρῆ χαίρειν. ἔσχαμεν παρὰ σοῦ ὑπὲρ θείας διατυπώσεως η ἔτους καὶ ϛ ἔτους καὶ πριμιπίλου ἐνάτου καὶ ζ ἔτους τῆς αὐτῆς ὁριοδεικτίας Καρανίδος ἀργυρίου δραχμὰς ἐνακοσίας τεσσεράκοντα, γίνονται δραχμαὶ ϡμ. ὑπατείας Ῥουφίου Οὐολουσιανοῦ καὶ Πετρωνίου Ἀννιανοῦ τῶν λαμπροτάτων ἐπάρχων ….