Ancient Greek
P.Cair. Isid. 54 A
Documentary Papyri, P.Cair. Isid. 54
Not analysed yet
Ἀντωνίῳ Σαραπάμμωνι στρατηγῷ Ἀρσινοείτου παρὰ Αὐρηλίου Ἰσιδώρου Παληνίου καὶ Δούλου Τιμοθέου ἀμφοτέρων κωμάρχων κώμης Καρανίδος καὶ Ἰσιδώρου τεσσαλαρίου τῆς αὐτῆς κώμης. ἠριθμήθημεν παρὰ τῶν τοῦ νομοῦ δημοσίων χρημάτων τραπεζιτῶν ἐξ ἐπιστάλματός σου ὑπὲρ τιμῆς ὧν παρεσχήκαμεν καὶ παραδεδώκαμεν στιχαρίων καὶ παλλίων ὑπὲρ ζ ἔτους καὶ ε ἔτους, καὶ παραδοθέντων Κυρίλλῳ καὶ Δημέᾳ ἀποδέκταις στιχαρίων κβ ὡς τοῦ α δραχμῶν Δ, τάλαντα ιδ δραχμὰς Δ, παλλίων η ὡς τοῦ α δραχμῶν Ε, τάλαντα ϛ δραχμὰς Δ, γίνονται τάλαντα κα δραχμαὶ Β, ἐξ ὧν ὑπολογοῦνται ὑπὲρ ἑκατοστῶν ϛ 𐅵τάλαντον α δραχμαὶ Βρϙ, τὰ λοιπὰ τάλαντα ιθ δραχμαὶ Εωι πλήρη. ἡ ἀποχὴ κυρία, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικινίου Σεβαστῶν τὸ γ, Τῦβι κ. Αὐρήλιοι Ἰσίδωρος καὶ Δοῦλος καὶ Ἰσίδωρος ἠριθμήθμημεν ὡς πρόκειται. Αὐρήλιος Ἰσίων ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.