Ancient Greek
P.Cair. Isid. 55
Documentary Papyri, P.Cair. Isid. 55
Not analysed yet
Αὐρήλιοι Δίδυμος καὶ Μῶρος Ἰσιδώρου ἀπαιτηταὶ ναύλων εἰδῶν κα ἔτους κώμης Καρανίδος καὶ ὁριοδεικτίας Αὐρηλίᾳ Κυριλλοῦτι Κοπρῆ χαίρειν. ἔσχαμεν παρὰ σοῦ ὑπὲρ ναύλων εἰδῶν ὑπὲρ τοῦ αὐτοῦ ἔτους κα ἀργυρίου δραχμὰς ἑξακοσίας, γίνονται δραχμαὶ χ. ὑπατείας Ῥουφίου Οὐολοσιανοῦ καὶ Πετρωνίου Ἀννιανοῦ τῶν λαμπροτάτων, Μεσορὴ κζ. Αὐρήλιοι Μιστίας καὶ Παπέεις ἀμφότεροι ἀπαιτηταὶ κρέως κώμης Καρανίδος καὶ ὁριοδεικτίας Αὐρηλίᾳ Κυριλλοῦτι Κοπρῆ χαίρειν. ἔσχαμεν παρὰ σοῦ ὑπὲρ β ἰνδικτίωνος κρέως λίτρας ἕνδεκα τέταρτον, γίνονται λίτραι ια δ. ὑπατείας Ῥουφίου Οὐολουσιανοῦ καὶ Πετρωνίου Ἀννιανοῦ τῶν λαμπροτάτων, Ἁθὺρ κβ.