Ancient Greek
P.Cair. Isid. 67
Documentary Papyri, P.Cair. Isid. 67
Not analysed yet
Αἰλίωι Πουβλίωι τῶι διασημοτάτωι ἐπάρχωι Αἰγύπτου παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Κηρανίδος τοῦ Ἀρσινοείτου νομοῦ. πρᾶγμα δεόμενον τῆς σῆς ἐξετάσεως διὰ ταύτης μου τῆς ἀξιώσεως, ἡγεμὼν κύριε, παρατίθημι τῇ σῇ ἀρετῇ εὔελπις ὢν βοηθείας τῆς ἀπὸ σοῦ τυχεῖν. τὸ δὲ πρᾶγμα οὕτως ἔχει. ἁλωνίας μου ἐπικιμένης ἀπὸ συνκομιδῆς ἀρουρῶν ἕνδεκα περὶ πεδίον τῆς αὐτῆς κώμης Κερανίδος αὐτός τε ἐγὼ γενόμενος ἐπὶ τὴν ταύτης αὐτοψίαν πρὸς τὸ τὴν τῶν γεωργικῶν ἔργων ἀπαλλαγὴν ποιήσασθαι κατὰ τὴν κζ τοῦ Μεσορὴ μηνὸς τοῦ διελθόντος ἔτους εὗρον τὴν προειρημένην ἁλωνίαν ὡς ὑπὸ κακούργων ἐνπρησθεῖσαν καὶ τιδ…ου…ειν τῇ ἀκολουθίᾳ χρησάμενος βιβλία ἐνμάρτυρα …ταῦτα ἐπιδέδωκα τῇ στρατηγίᾳ ἀξιώσας ὑπηρέτην ἀποσταλῆναι πρὸς τὸ κατελθόντα ἔνθα τὸ ἀτόπημα ἐγένετο καὶ ἐπιδόντα προσφωνῆσαι, καθὸ προσεφώνησεν τοῦτο. πολυπραγμονοῦντος δέ μου ἔμαθον ἐκ τεκμηρίων τοὺς τοῦτο τολμήσαντας, λέγω δὴ Ἀκοτᾶν υἱὸν Γερμανοῦ καὶ Χαιρήμωνα υἱὸν Πτολεμαίου Ἁρβα…ου ἀπὸ τῆς αὐτῆς κώμης Κηρανίδος καὶ Ἥρωνα υἱὸν Μουρανοῦ ἀπὸ κώμης Πτολεμαίδος Νέας, πυνθανόμενος περὶ τούτου τῶν τῆς κώμης δημοσίων Σώτα καὶ Λεωνίδου τίνες ἂν εἴησαν οἱ κατὰ τὴν ἡμέραν ἐκείνην τούτῳ τῷ τόπῳ παρεμφανέντες, οἵτινες αὐτὰ τὰ ὀνόματα ὑπέβαλον, καὶ περὶ τούτου ἕτερα βιβλία ἐμαρτυρόμην …