Ancient Greek
P.Cair. Isid. 68
Documentary Papyri, P.Cair. Isid. 68
Not analysed yet
…πραιποσίτῳ ε πάγου Ἀρσινοίτου νομοῦ παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος τοῦ ὑπὸ σὲ πάγου. τὰ ἐπὶ ἀνατροπὴν καὶ φυγαδείαν γινόμενα ἡμῖν τοῖς μετρίοις οἱ νόμοι κωλύουσι, καὶ αὐτὸς τοίνυν μέτριος παντελῶς τυγχάνων βίαν καὶ παρανομίαν πάσχω ὑπὸ Ἥρωνος καὶ Παησίου καὶ Ὡρίωνος καὶ Ἀχιλλᾶ γραμματέως τῆς αὐτῆς κώμης Καρανίδος. τούτων γὰρ σκεπαζόντων …ου ἄνδρας δεκατρεῖς μηκέτι τῷ καθόλου παρεστῶτας τῇ κώμῃ ἐμὲ τόσας σεσωματισμένον ὑπὲρ τὰς ἀρούρας ἑκατὸν τεσσεράκοντα ὑπὲρ ὧν οὐκ ὀλίγα τελῶ τῷ ταμείῳ μάλιστα τοῦ πλείστου μέρους αὐτῶν ἐν χέρσῳ οὐσῶν εἰσήγγειλαν εἰς σιτολογίαν ἄχρι ἐὰν ὑπόχρεος γένωμαι εἰς τὰ ἐνδεήματα τῶν ἐν ἀπόρῳ τυγχανόντων ὀνομάτων. οὐδὲν δὲ ἧττον ἀλλὰ καὶ νῦν σκεπάσαντες Παήσιον ὃν ἡ χώρα ἐκάλεσεν εἰς ἀπαίτησιν ἀχύρου πάλιν ἐμὲ πειρῶνται τοῦ βαλεῖν ἀντὶ τοῦ Παησίου ἴσως ἀργυρολογήσαντες ἐκεῖνον σὺν τῇ ἐμῇ ἀνατροπῇ. δεῖξαι γὰρ ἔχω μερίσαντας αὐτοὺς ἐν τῇ κώμῃ …καὶ προσαν…