Ancient Greek
P.Cair. Isid. 70
Documentary Papyri, P.Cair. Isid. 70
Not analysed yet
Αὐρηλίῳ Χρήστῳ στρατηγῷ διὰ Αὐρηλίου Νείλου ἐνάρχου πρυτάνεως διαδόχου παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καλανίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἀνόμως καὶ ῥιψοκινδύνως ἀπαιτηθεὶς ὑπὸ Ἀκοτᾶ υἱοῦ Γερμανοῦ χρυσὸν καὶ ἄσημον ὑπὲρ ἧς αὐτὸς ἔχει ἐν γεωργίᾳ γῆς μηδέποτέ μου γεωργήσαντος ἢ μισθωσαμένου ἀνατρέπεται ἡ ἰδία. οὐκ ἀφησύχασα, ἀλλὰ καὶ ἐνγράφως διὰ βιβλιδίων ἐμαρτυρόμην παρὰ τῇ τάξει τῆς στρατηγίας. ἀκόλουθα πράττων ὁ στρατηγὸς ἐπεκαλέσατο αὐτόν. συνενέκλεισεν ἅμα μοι καταγνοὺς τοῦ ἀντιδίκου. εἶτα ἐν ἀποδημίᾳ αὐτοῦ γενομένου τῇ σῇ ἐπιεικείᾳ εἰ θέλεις εἴρξας αὐτὸν ἐκ σοῦ χαις… ὅσας ἐὰν τιμήσῃς Ἀκοτᾶν …λαι καὶ εφυσ…τ ἐπιστῆις τῆς φ…καστης τὴν ἐπιστρέφειαν ἐφʼ οἷς πλέω κ…ω ἐπιδίδωμί σοι τάδε ἀξιῶν ἀχθῆναι αὐτὸν ἐπὶ σοῦ καὶ αμμονκ…ουσμυι ἐπαχθῆναι εκ…ινδο…μιλω…ιτ μείζονα.