Ancient Greek
P.Cair. Isid. 69
Documentary Papyri, P.Cair. Isid. 69
Not analysed yet
Αὐρηλίῳ Χρήστῳ στρατηγῷ Ἀρσινοείτου παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος τοῦ αὐτοῦ νομοῦ. πολλάκις μὲν προστέτακται ὑπὸ τῶν νόμων ὥστε μηδένα ὑπερανακρατεῖσθαι ἢ παραπράττεσθαι καὶ αὐτὸς τοίνυν οὐ δεόντως καὶ ῥιψοκινδύνως ἀπαιτηθεὶς χρυσίου γράμματα τρία καὶ ἀσήμου γράμματα ὀκτὼ ὑπὸ Ἀκοτᾶ Πτολεμαίου ἀπὸ τῆς αὐτῆς κώμης ὑπὲρ ὧν αὐτὸς ἀεὶ γεωργεῖ ἀρουρῶν πρότερον Ὡρίωνος ἄρξαντος βουλευτοῦ καὶ τελεῖ πάντα τὰ ὑπὲρ αὐτῶν δημόσια καὶ ἀννώνας μέχρι σήμερον, μηδέποτέ μου μισθωσαμένου ἢ γεωργήσαντος ταύτας τὰς ἀρούρας καθὰ καὶ διὰ τῶν ἀγρογειτόνωνκαὶ ὁριοδείκτου αἱ ἐξετάσειςγείνονται καὶ μὴ ἁπλῶς παρανομεῖσθαι τοὺς ἀνθρώπους μάλιστα ἐμοῦ πληρώσαντος ὑπὲρ ὧν ἐσωματίσθην ἀρουρῶν ρμ τὸν χρυσὸν καὶ ἄσημον καὶ τὰ ἄλλα τὰ τῷ ταμείῳ διαφέροντα ταῦτα πεποίηται ὁ Ἀκοτᾶς οὐχ ὑπὲρ λυσιτελείας τῶν ἀπαιτήσεων ἀλλʼ ὑπὲρ τοῦ ἀνατραπῆναί με τῆς ἰδίας παρὰ τοὺς θείους νόμους μὴ εὐλαβηθεὶς τὸν φόβον τοῦ κυρίου μου διασημοτάτου Σοσσιανοῦ Ἱεροκλέως καὶ τοῦ κυρίου μου διασημοτάτου καθολικοῦ Αὐρηλίου Σαραπίωνος μάλιστα ἐπιδημοῦντος αὐτοῦ, καὶ εἰ προεχώρει τοῦτο τοῖς ἀγνωμονοῦσι πάλαι ἐὰν οὐδεὶς τῶν μετρίων συνέστηκεν ἀναγκαίως ἐπιδίδωμί σοι ταῦτα ἔνγραφα ἀξιῶν ἀχθῆναι αὐτὸν ἐπὶ σοῦ καὶ τὰς ἐνεργεῖς τὰς ἀποδείξεις ποιήσασθαι διὰ τοῦ ὁριοδείκτου καὶ ἀγρογειτόνων εἴ ποτε ἐγεώργησα ταυτηνὶ τὴν γῆν πρὸς τὸ μένειν μοι τὸν λόγον …ὑπατείας Τατίου Ἀνδρονίκου καὶ Πομπηίου Πρόβου τῶν λαμπροτάτων ἐπάρχων. Αὐρήλιος Ἰσίδωρος ἐπιδέδωκα. Αὐρήλιος …ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.