Ancient Greek
P.Cair. Isid. 82
Documentary Papyri, P.Cair. Isid. 82
Not analysed yet
συνέθεντο πρὸς ἀλλήλους Αὐρήλιοι Ἰσίδωρος Πτολεμαίου καὶ Πτολεμαῖος Παντῆλ διὰ τοῦ ἀδελφοῦ Παπέειτος ἀμφότεροι ἀπὸ κώμης Καρανίδος ἐπὶ τῷ τὸν Πτολεμαῖον ἀναδέξασθαι καὶ ἀποπληρῶσαι ἀόκνως τὴν …θη ὁ Ἰσίδωρος λειτουργίαν …ον τῆς κώμης, ὁμοίως δὲ τὸν Ἰσίδωρον ἀναδέξασθαι καὶ ἀποπληρῶσαι ἀόκνως εἰς τὴν μέλλει ὁ Πτολεμαῖος αἱρεθῆναι ἢ προσαγγελῆναι λειτουργίαν. ὁπότερον δὲ αὐτῶν οὐκ ἔξεστι ἀλλάξαι τὸν ἕτερον ἢ παραβῆναί τι τῶν ἐγγεγραμμένων διὰ τὸ ἐπὶ τούτοις αὐτοῖς τὰ πρὸς ἀλλήλους συντεθεῖσθαι, καὶ ἐπερωτήσαντες ἀλλήλους ὡμολόγησαν. ὑπατείας τοῦ δεσπότου ἡμῶν Λικιννίου Σεβαστοῦ τὸ ε καὶ Κρίσπου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α Μεσορὴ β. Αὐρήλιος Ἰσίδωρος συνεθέμην πάσαις ὡς πρόκιται. Αὐρήλιος Πελῆνις ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Αὐρήλιος Πτολεμαῖος διʼ ἐμοῦ τοῦ ἀδελφοῦ Παπέειτος συνεθέμην πᾶσιν ὡς πρόκιται. Αὐρήλιος Ἰσίων Παησίου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.