Ancient Greek
P.Cair. Isid. 83
Documentary Papyri, P.Cair. Isid. 83
Not analysed yet
Αὐρήλιος Ἀμάεις στρατιώτης ἱππεὺς εἴλης Α…αρινων τούρμης Φλαυιανοῦ Αὐρηλίῳ Ἥρωνι στρατιώτῃ ἱππεῖ εἴλης τῆς αὐτῆς χαίρειν. πέπρακά σοι ἵππον ἄρρενα πρωτοβόλον μελίχρουν, τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου δραχμῶν χιλίων τριακοσίων πλήρης διὰ χειρός, τῆς βεβαιώσεως ἐξακολουθούσης μοι πρὸς πᾶσαν βεβαίωσιν ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἐμποιησομένου. ἡ πρᾶσις κυρία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀμάεις στρατιώτηςπέπρακα τὸν ἵππον καὶ ἀπέσχον τὴν τιμὴν ἀργυρίου δραχμὰς χιλίας τριακοσίας πλήρης ὡς πρόκειται, καὶ ἐπερώτημαι. Αὐρήλιος Σερῆνος στρατιώτης λεγιωνάριος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. ἔτους β …νου