Ancient Greek
P.Cair. Isid. 84
Documentary Papyri, P.Cair. Isid. 84
Not analysed yet
ἔτους ιε τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ, Φαῶφι κζ, ἐν τῇ μητροπόλει τοῦ Ἀρσινοίτου. ὁμολογεῖ πεπρακέναι Αὐρήλιος Ἰουλιανὸς Ὀκταείου Ἱππηνὸς τῆς Παλαιστείνης ἐτῶν λϛ οὐλὴ ἀντικνημίῳ δεξιῷ Αὐρηλίῳ Πτολεμαίῳ Πανκράτους ἀπὸ κώμης Καρανίδος ὄνον ἄρρενα μέλανα πῶλον ἄβολον τιμῆς ἀργυρίου δραχμῶν πεντακοσίων, γίνονται δραχμαὶ φ, καὶ ἐπερωτηθέντες ὡμολόγησαν.