Ancient Greek
P.Cair. Isid. 91
Documentary Papyri, P.Cair. Isid. 91
Not analysed yet
ὁμολογεῖ Αὐρήλιος Ἰσίδωρος Πτολεμαίου μητρὸς Ἡρωίδος ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν με οὐλὴ ἀντικνημίῳ δεξιῷ Αὐρηλίῳ Νείλῳ οὐετρανῷ τῶν ἐντίμως ἀπολελυμένων ἀπὸ ἑκατοντάρχων ἔχειν παρʼ αὐτοῦ ὁ ὁμολογῶν διὰ χειρὸς ἀργυρίου κεφαλαίου τάλαντα δεκαεπτὰ καὶ δραχμὰς τρισχιλίας οὔσας τιμὴν ἣν συνεφώνησαν πρὸς ἑαυτοὺς φασήλου ἀρταβῶν ἑκατὸν πεντήκοντα, γίνονται ἀρτάβαι ρν, ἅσπερ τοῦ φασήλου ἀρτάβας ἑκατὸν πεντήκοντα ἐπάναγκον ἀποδώσει ὁ ὁμολογῶν τῶν Εἰδῶν μηνὶ Ἰουνίῳ τοῦ ἐνεστῶτος ἔτους ἐπὶ τῆς προκειμένης κώμης μέτρῳ τετραχοινίκῳ τὸ γένος νέον καθαρὸν ἄδολον εὐάρεστον ἀνυπερθέτως, ἐπὶ δὲ τῆς ἀπαιτήσεως γίνεσθαι τῷ Νείλῳ τὴν πρᾶξιν ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. καὶ ἐπερωτηθεὶς ὡμολόγησεν. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικιννίου Σεβαστοῦ καὶ Κωνσταντίνου υἱοῦ Σεβαστῶν, Νώναις …Αὐρήλιος Εἰσίδωρος ἔσχον τάλαντα δεκαεπτὰ δραχμὰς τρισχιλίας …