Ancient Greek
P.Cair. Isid. 92
Documentary Papyri, P.Cair. Isid. 92
Not analysed yet
ὁμολογεῖ Αὐρήλιος Ἡρᾶς Κάστορος μητρὸς Θαϊσᾶτος ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν να οὐλὴ ἀντικνημίῳ ἀριστερῷ Αὐρηλίῳ Ἰσιδώρῳ Πτολεμαίου ἀπὸ τῆς αὐτῆς κώμης Καρανίδος ἔχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα διὰ χειρὸς ἀργυρίου κεφαλαίου τάλαντα δύο ὄντα τιμὴν ἣν συνεφώνησαν πρὸς ἑαυτοὺς λαχανοσπέρμου ἀρταβῶν δύο, ἀρταβῶν β, ἅπερ γένη ἐπάναγκον ἀποδώσει ὁ ὁμολογῶν Ἡρᾶς τῷ Ἰσιδώρῳ τῷ Παῦνι μηνὶ τοῦ ἐνεστῶτος ἔτους ἐφʼ ἅλῳ μέτρῳ τετραχοινίκῳ ἐπὶ τῆς κώμης, ἐπὶ δὲ τῆς ἀπαιτήσεως γείνεσθαι τῷ Ἰσιδώρῳ τὴν πρᾶξιν ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης, καὶ ἐπερωτηθεὶς ὡμολόγησεν. ὑπατείας Ῥουφίου Οὐολουσιανοῦ καὶ Πετρωνίου Ἀννιανοῦ τῶν λαμπροτάτων Χοιὰκ ιε. Αὐρήλιος Βάκχιος Τιβερίνου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.