Ancient Greek
67001.35 to 67001.49
Documentary Papyri, P.Cair. Masp. 1 67001.35-49
Not analysed yet
Αὐρήλιος Φοιβάμμων Ἑρμαύωτος ὁ προκείμενος ἐθέμην ταύτην τὴν ὁμολογίαν ὡς πρόκειται. Αὐρήλιοι Ψενθαῆσις Μουσαίου καὶ Ἀνοῦφις Ἀβρααμίου Παχωμίου καὶ Ἑρμαύως Ἰωσηφίου καὶ Ἑρμαύως Ψεντουωρίου καὶ Βίκτωρ Ψαΐου καὶ Πανουβε Ἑρμαύωτος ποιμένες καὶ ἀγροφύλακες οἱ προκείμενοι ἐθέμεθα ταύτην τὴν ὁμολογίαν καὶ ὠμόσαμεν τὸν θεῖον ὅρκον ὡς πρόκειται, καὶ στοιχούμεθα πᾶσι τοῖς ἐγγεγραμμένοις ὡς πρόκειται. Ἰωάννης Βησκούιτος διάκονος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων Αὐρήλιοι Βίκτωρ Ψαίου Σιμοῦς, καὶ Ἀπολλὼς Ἀβρααμίου καὶ Βίκτωρ Ἑρμαύωτος καὶ Βίκτωρ Προμαύωτος καὶ Πάλως Παπηοῦτος καὶ Οὐερσενούφις ὁ καὶ Πνωτε ἐκ πατρὸς Ἡρακλείου, ποιμένες καὶ ἀγροφύλακες οἱ προκείμενοι ἐθέμεθα ταύτην τὴν ὁμολογίαν καὶ ὠμόσαμεν τὸν θεῖον ὅρκον ὡς πρόκειται. Αὐρήλιος Ἀβραὰμ Βίκτορος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. Αὐρήλιος Ἰωάννης Ἡρακλείδου μαρτυρῶ τῇ ὁμολογίᾳ ἀκούσας παρὰ τῶν θεμένων. Αὐρήλιος Μουσαῖος Ψιμανωβετ μαρτυρῶ τῇ ὁμολογίᾳ ἀκούσας παρὰ τῶν θεμένων. Αὐρήλιος Ἑρμαύως Βόττου μαρτυρῶ τῇ ὁμολογίᾳ ἀκούσας παρὰ τῶν θεμένων. ἐγράφη διʼ ἐμοῦ Ἰσακίου νομικοῦ.