Ancient Greek
67002.msup.1 to 67002.1.18
Documentary Papyri, P.Cair. Masp. 1 67002.msup.1-67002.1.18
Not analysed yet
χμγ Φλαυΐῳ Τριαδίῳ Μαριανῷ Μιχαηλίῳ Γαβριηλίῳ Κωνσταντίνῳ Θεοδώρῳ Μαρτυρίῳ Ἰουλιανῷ Ἀθανασίῳ τῷ ἐνδοξοτάτῳ στρατηλάτῃ ἀπὸ ὑπάτων καὶ ὑπερφυεστάτῳ πατρικίῳ πραιφέκτου Ἰουστίνου δουκὶ καὶ αὐγουσταλίῳ τῆς Θηβαίων χώρας τὸ β δέησις καὶ ἱκεσία παρὰ τῶν ἐλεεινοτάτων δούλων ὑμῶν καὶ ἀθλίων λεπτοκτητόρων τε καὶ οἰκητόρων τῆς παντάθλιας κώμης Ἀφροδίτης τῆς οὔσης ὑπὸ τὸν θεῖον οἶκον καὶ τὴν ὑπερφυῆ ὑμῶν ἐξουσίαν. πᾶσα δικαιοσύνη καὶ δικαιοπραγία τὰς προόδους προλάμπουσιν ἀεὶ τῆς πανεξόχως βελτίστου ὑπερφυοῦς ὑμῶν ἐξουσίας, ἣν ἐκδέχομεν πρὸ πολλοῦ οἷον οἱ ἐξ Ἅδου καραδοκοῦντες τὴν τότε τοῦ Χριστοῦ ἀενάου θεοῦ παρουσίαν. μετʼ αὐτὸν γὰρ τὸν δεσπότην Θεὸν σωτῆρα βοηθὸν ἀληθινὸν καὶ φιλάνθρωπον εὐεργέτην, ἔχομεν μετὰ πάσης ἐλπίδος σωτηριώδους τὸ ἐν πᾶσι πανευφημούμενον καὶ διαβεβοημένον ὑμῶν ὕψος ἐν πᾶσι τοῖς ἀναγκαίοις καιροῖς ἐπιβοηθῆσαι ἡμῖν, καὶ ἔξοδον τῶν ἀδίκων ἡμᾶς ἀποσπάσασθαι καὶ ῥύσασθαι ἐκ τῶν ἀνέκαθεν συμβεβηκότων ἡμῖν ἀφάτων ζημιωμάτων, ὧν οὐ χάρτης χωρεῖ, παρὰ Μηνᾶ τοῦ λαμπροτάτου σκρινιαρίου καὶ παγάρχου τῆς Ἀνταιοπολιτῶν. σμικρομερῶς μὲν ἀναμιμνῄσκομεν τὸ πάνσοφον ὑμῶν καὶ εὐκλεέστατον καὶ φιλάγαθον συνειδός, πάσης δὲ φρονήσεως καὶ νουνεχείας ὑπέρτερον τυγχάνει ἀποκαταλήπτου τοῦ λόγου τὰ σύμπαντα κατανοῆσαι εἰς ἄκραν εἴδησιν, καὶ περιπέτειαν, ὅθεν ἀόκνως προκυλινδούμενοι ἥκαμεν παρὰ πόδα τῶν ἀνεπάφων ὑμῶν ἴχνων, διδάσκοντες τὰ καθʼ ἡμᾶς πράγματα ἐν τούτοις ἔχοντα. διδάσκομεν τὴν πανεύφημον ὑμῶν ἐξουσίαν ὡς ἀπὸ προοιμίων τῆς ἔναγχος διαδραμούσης πεντεκαιδεκάτης ἐπινεμήσεως, ἀφʼ ἧς ἀντελάβετο τῆς παγαρχίας Ἀνταίου, καρποῦται τὰς ἀρούρας τοῦ συναδέλφου ἡμῶν καὶ ἀθλίου δούλου τῆς ὑμῶν ἐνδόξου φιλανθρωπίας Διοσκόρου, πενιχροῦ πάνυ ὄντος καὶ παιδία νήπια ἔχοντος μὴ ἐγνωκότα τὴν ἀριστερὰν μήτε σχεδὸν καὶ τὴν δεξιάν, καὶ δεομένου πολλῶν ἀναλωμάτων εἰς τὴν αὐτῶν ἀνατροφήν· καὶ ὁ τοιοῦτος ἄσπλαγχνος οὐκ ὤκνησεν ἄνευ ἐκφορίων καὶ δημοσίων ἐπιτρέψαι τῷ τε βοηθῷ τῆς κώμης Φθλὰ καὶ τοῖς ταύτης ποιμέσι οἰκειώσασθαι ἑαυτοῖς τὰς ἀρούρας αὐτοῦ καρπουμένας ἄνευ ἐκφορίων καὶ δημοσίων, καὶ τὴν συντέλειαν τούτων ἐπιτετραμμένην αὐτῷ ἐάσας εἰς τελείαν ἀνατροπήν. ἐχρόνισεν γὰρ ὁ αὐτὸς Διόσκορος ἰδικῶς αὐτουργῶν ταύτας μετὰ θάνατον τοῦ πατρὸς αὐτοῦ, καὶ εὐγνωμόνως καὶ πληρωτικῶς κατʼ ἔτος παρέχων τὰ τούτων δημόσια. ὁ δὲ εἰρημένος λαμπρότατος πάγαρχος καρπούμενος κατʼ ἔτος μετὰ τῶν ποιμένων Φθλὰ καὶ Κύρου τοῦ ταύτης βουθοῦ τοῦ καὶ Κολλούθου …αὐγουσταλίας, ἐξ ἴσου τοῦ Μαδιὰν ἔθνους εἰωθότος τοτὲ τὰ τῶν Ἰσραηλιτῶν γενήματα ἀφαρπάξαι. καὶ ἀνεκδίκητος ὑπάρχει