Ancient Greek
67002.3.20 to 67002.3.25
Documentary Papyri, P.Cair. Masp. 1 67002.3.20-25
Not analysed yet
οὐκ ἐπαύσατο μανιῶν διόλου· διαρπάξαι καὶ ἀθετῆσαί φησιν τὴν παγαρχίαν, ἣν ἐξεπόρθησεν ἀποτεθεικὼς τὰ ταύτης χρήματα εἰς τὰ Ἄπα Σενουθίου διὸ παρακαλοῦμεν γονυπετοῦντες τὸ διαβεβοημένον ὕψος ὑμῶν, ὅπερ ἑωράκαμεν ὡς τὸν Θέον ὀψόμενοι, καὶ ἐνορκοῦντες κατὰ τῆς ὑμῶν ὑπερβαλλούσης σωτηρίας καὶ τῆς τῶν εὐτυχεστάτων καὶ εὐκλεεστάτων ὑμῶν τέκνων προκοπῆς τε καὶ ἀναθαλλώσεως, εἰ παρασταίη προστάξαι τὸν μὲν εἰρημένον πάγαρχον ἀποπαύεσθαι ἡμῶν θυμολεοντοφθόρον ἔπειτα δὲ καὶ τοὺς ἀλιτηρίους πλείω βαρβάρων κακούργους καὶ ἀρχιλῃστὰς μηλονόμους ἀναιρεθῆναι σὺν ῥίζαις, ὅπως εὕρωμεν ἡσύχως βιῶναι καὶ τῶν δημοσίων ὡς ἔκπαλαι προνοεῖν καὶ εὐπορεῖν καὶ εἰσπρᾶξαι αὐτὰ εὐκόλως, ὅπως τούτου τύχοντες τοῦ μεγίστου ἐξ ὑμῶν ἀγαθοῦ, ἐνδελεχῆ αἰωνίως εὐχὴν καὶ πρεσβείαν ἀνατείνωμεν ὑπὲρ διαμονῆς ὑμῶν καὶ σωτηρίας, ἀεὶ πανένδοξοι τ…τ στρατηλάται ὑπερφυέστατοι ὕπατοι πανεύφημοι πατρίκιοι διασημότατοι δοῦκες καθαρώτατοι αὐγουστάλιοι κύριοι ἀεὶ τῆς ἐπαρχείας αω γε