Ancient Greek
67002.3.7 to 67002.3.19
Documentary Papyri, P.Cair. Masp. 1 67002.3.7-19
Not analysed yet
παρεχόντων τοὺς βασιλικοὺς αὐτῶν φόρους ἀνελλιπῶς ὑπὸ τὴν πολιτικὴν τάξιν διὰ προσταγμάτων φοβερῶν τοῦ δικαστηρίου ἀπολυομένων αὐτοῖς ἰδιαζόντως ἐκ προνομίου ἐχόντων κατὰ τὸ αὐτόπρακτον σχῆμα, καὶ ὑπὸ τὸν θεῖον οἶκον γεγονότων, εἰ καὶ ὅτι ἐχόντων ὑμᾶς ἀληθινοὺς προστάτας καὶ εὐεργέτας ἐλεήμονας διαλαβόντας ἄλλοτε ἐπὶ τῆς πρώτης ὑμῶν εὐαρχείας τὰ καθʼ ἡμᾶς τοὺς ταλαιπώρους ὅλους ὀρφανούς, ἀκολούθως τῇ ὁρωμένῃ ἡμῶν γυμνῇ ὄψει μικρὰν τὴν ἡλίκιαν μᾶλλον ἀγαγόντων, καὶ ἀπερίστατον μὴ ἔχοντας τὴν ἀναγκαίαν τροφήν. ὡς μάρτυρα καλοῦμεν τὸν δεσπότην Θέον εἰς τοῦτο, ὅτι ἐν τῷ χειμῶνι τρώξιμα καὶ ὀλύρας ἐσθίομεν, τῷ δὲ θέρει τὰ ἀποκαθάρματα ἤτοι ἀποκοσκινήματα καὶ καταστελλματα τῆς ἐμβολῆς ἡμῶν παρʼ ἑστίαις ἐδόμενοι, ἐφʼ ὅτι μετὰ ταύτην οὐδὲν παντελῶς ἡμῖν ὑπολέλειπται. μάλιστα δὲ τὰ εἰρηνικὰ δίκαια ἀνταναιρεθέντα ἀφʼ ἡμῶν πρὸ πολλοῦ πλήθους ἀμυθήτου λῃστρικῶν ἐφόδων ἐπικειμένων ἡμῖν νυκτεραίας καὶ ἡμεραίας τὰς διατριβὰς ἐχόντων μετὰ τῶν ἀγραυλούντων μηλονόμων συνδεδυμένων τούτοις πραιδεύουσι καὶ λυμαίνουσι τὰ παντοῖα ἡμῶν πράγματα εἰς βλάβην τοῦ δημοσίου λόγου καὶ τελείαν ἡμῶν ἀνατροπήν. ἐπὶ πλεῖον γὰρ ὑστερήθημεν τοῦ ἄρτου διὰ τούτους, καὶ οὐχ ἡδέως ἔχομεν ἔτι ζῆσαι καὶ ὑποσχεῖν τὰς ἀθεμίτους τοσαύτας ἀδεῶς τόλμας, καὶ πράξεις ὡς λύκων καὶ ἁρπάγων ἀεὶ πραττόντων ὠμοφάγων τρόποις· τὸ γὰρ ἀνθρώπινον αἷμα ἐκχέουσιν οἱ τοιοῦτοι αὐθάδεις καὶ ἄτρομοι, οἷον ἐπὶ γῆν ὕδωρ ἐκχύσῃ τις τολμηρώτατος μάτην. καὶ ἰδοὺ τοίνυν, δέσποτα, μετὰ τὰς τηλικαύτας μοχθηρίας τὰς περὶ ἡμᾶς, διόλου ἡδέως καὶ προθύμως ἐμβάλλεσθαι τὴν αἰσίαν ἡμῶν ἐμβολὴν ἐκ πλήρους σπεύδομεν αὐτὸς δὲ ὁ εἰρημένος πάγαρχος σπεύδει συναθροῖσαι βοήθειαν, καὶ ἀνελθεῖν τὴν ἀθλίαν καὶ πανέρημον γεναμένον ὑπʼ αὐτοῦ ἡμῶν κώμην, βουλόμενος εἰκαίως ἐκ τοῦ συνόλου αὐτὴν ἐξαλεῖψαι καὶ ἐξολοθρεῦσαι αὐτὴν παντελῶς πρὸς λύμην τῶν βασιλικῶν φόρων καὶ σκεδασμὸν τῆς αἰσίας ἡμῶν ἐμβολῆς. ἔγραψεν γὰρ αὐτῷ ὁ γραμματεὺς καὶ ὁ διακονητὴς τούτου χάριν, τοῦ μὴ ἀνελθεῖν τὴν κώμην ἀκαίρως καὶ διαστρέψαι τὴν ἐμβολὴν ἑτοιμασμένην καὶ ἐμβαλλομένην.