Ancient Greek
67032.89 to 67032.119
Documentary Papyri, P.Cair. Masp. 1 67032.89-119
Not analysed yet
καὶ φυλαχθὲν …παρʼ ὑμῶν …τῆς διαστροφῆς καὶ ζημίας τῆς ἀναχθείσης τοῖς …πράγμασιν τυγχάνουσιν ἐν τῇδε τῇ πανευδαίμονι πόλει· ἔτι μὴν ὥστε τὸ προνόμιον τοῦ αὐτοπράκτου σχήματος τῆς ὑμετέρας ὑπαρχθῆναι κώμης βεβαιῶ ὑπὲρ δύο ἢ καὶ πλέον τριῶν νομισμάτων παρασχεθησομένων μοι παρʼ ὑμῶν τῶν προαφηγηθέντων καὶ καταφανεῖς ποιησαμένων …ους ἐπὶ τοῦ ἐνδοξοτάτου δουκὸς, καὶ ἀπολήμψομαι τρίτον μέρος τῶν ὑπὲρ τούτου ἀνυομένων, τὰ δὲ …υσ…σαι τα …ε…η του …π…κ…δώσω χρυσοὺς τριάκοντα ἓξ καὶ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ ὑπὲρ τούτου ἐπηρτημένῳ κινδύνῳ· ἡ ὁμολογία κυρία καὶ βεβαία συντεθεῖσα πρὸς του… πρὸς ἅπασιν πανταχοῦ προφερομένη· ἐρωτηθεὶς ὡμολόγησα καὶ ὑπογράψας χειρὶ ἐμῇ ἀπέλυσα Φλαύιος Παλλάδιος κόμης ὁ προγεγραμμένος ἐθέμην ταύτην τὴν ὁμολογίαν ἐπὶ πᾶσιν τοῖς προγεγραμμένοις συμφώνοις καὶ …ρε… ὑπέγραψα χειρὶ ἐμῇ Φλαύιος Φοιβάμμων Ἀθανασίου ἀπὸ …τῆς Θηβαίων χώρας, μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ ἀκούσας παρὰ τοῦ θεμένου Φλαύιος Ἰωάννης Θεοδώρου ἀπὸ τῆς Λύκων πόλεως τῆς Θηβαίων χώρας, μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ ἀκούσας παρὰ τοῦ θεμένου. Φλαύιος …ωρ…ογιος Θεοδοσίου ε…πρ… τακτομίσθων ἐπὶ τῆς πρώτης τοῦ τα… μαρτυρῶ τῇ… ὁμολογίᾳ ἀκούσας παρὰ τοῦ θεμένου Φλαύιος Θεόδωρος νοτάριος, τὴν χρείαν ἐκτελῶν ἅπασιν τοῖς ἐνδέεσι καὶ τὸ κάθισμα ποιούμενος ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ ταύτης τῆς βασιλίδος πόλεως, μαρτυρῶ τῇδε τῇ ἀσφαλείᾳ τῇ ἐκτεθείσῃ παρὰ Διοσκόρου καὶ Καλλινίκου καὶ Κύρου διὰ Σενούθου, καὶ Ἀπολλῶτος, εἰς Παλλάδιον τὸν …εν…