Ancient Greek
P.Cair. Masp. 1 67033
Documentary Papyri, P.Cair. Masp. 1 67033
Not analysed yet
δεδώκασιν οἱ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου, διὰ Ἰωάννου ὑποδέκτου, εἰς λόγον κανονικῶν καὶ παντοίων χρυσικῶν τίτλων ὁμοίως πρώτης καταβολῆς πρώτης ἰνδικτίονος, χρυσοῦ νομισμάτια εἴκοσι ἑπτὰ, κεράτια δέκα. γίνεται χρυσοῦ νομισμάτια κζ κεράτια ι εὔσταθμα ἁπλᾶ. καὶ εἰς ὑμῶν ἀσφάλειαν καὶ τοῦ δημοσίου λόγου πεποίημαι τοῦτο τὸ ἐντάγιον μεθʼ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται Ἡλιόδωρος ἐθνικὸς χρυσώνης ἐπαρχείας Θηβαΐδος στοιχεῖ μοι τὸ ἐντάγιον τῶν νομισματίων εἴκοσι ἑπτὰ κερατίων δέκα ὡς πρόκειται.