Ancient Greek
P.Cair. Masp. 1 67034
Documentary Papyri, P.Cair. Masp. 1 67034
Not analysed yet
δεδώκασιν οἱ ἀπὸ κώμης Ἀφροδίτης τῆς Ἀνταιουπολιτῶν, διὰ Ἰωάννου ὑποδέκτου εἰς λόγον κανονικῶν καὶ χρυσικῶν τίτλων πρώτης καταβολῆς κανόνος πρώτης ἰνδικτίονος, χρυσοῦ νομισμάτια ἑκατὸν εὔσταθμα ἁπλᾶ. γίνεται χρυσοῦ νομισμάτια ρ εὔσταθμα ἁπλᾶ. καὶ εἰς ὑμῶν ἀσφάλειαν καὶ τοῦ δημοσίου λόγου πεποίημαι τοῦτο τὸ ἐντάγιον μεθʼ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται. Ἡλιόδωρος ἐθνικὸς χρυσώνης ἐπαρχείας Θηβαΐδος. στοιχεῖ μοι τὸ ἐντάγιον τῶν νομισματίων ἑκατὸν ἁπλᾶ εὔσταθμα ὡς πρόκειται.