Ancient Greek
P.Cair. Masp. 1 67039
Documentary Papyri, P.Cair. Masp. 1 67039
Not analysed yet
δεδώκασιν οἱ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, διὰ Ἰωάννου ὑποδέκτου, εἰς λόγον κανονικῶν καὶ παντοίων χρυσικῶν τίτλων καὶ ἀννωνιακῶν εἰδῶν τρίτης καταβολῆς ἐνάτης ἰνδικτίονος, χρυσοῦ νομισμάτια ἑκατὸν δέκα εὔσταθμα ἁπλᾶ, καὶ ὑπὲρ …τῆς αὐτῆς τρίτης καταβολῆς ἐνάτης ἰνδικτίονος, χρυσοῦ νομισμάτια τέσσερα ,κεράτια δέκα ὀκτὼ· γίνεται ὁμοῦ χρυσοῦ νομισμάτια ριδ κεράτια ιη εὔσταθμα ἁπλᾶ. καὶ εἰς ὑμῶν ἀσφάλειαν καὶ τοῦ δημοσίου λόγου πεποίημαι τοῦτο τὸ ἐντάγιον μεθʼ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται. Βίκτωρ ἐθνικὸς χρυσώνης ἐπαρχίας Θηβαΐδος πεποίημαι τοῦτο τὸ ἐντάγιον τῶν νομισματίων ἑκατὸν δέκα τέσσερα ,κεράτια δέκα ὀκτὼ ὑπὲρ τρίτης καταβολῆς ἐνάτης ἰνδικτίονος ὡς πρόκειται. ἐντάγιον τοῦ χρυσώνου Βίκτωρος τρίτης καταβολῆς κανονικῶν …θ ἰνδικτίονος νομισμάτια ριδ κεράτια ιη ἁπλᾶ.