Ancient Greek
P.Cair. Masp. 1 67040
Documentary Papyri, P.Cair. Masp. 1 67040
Not analysed yet
δεδώκασι οἱ ἀπὸ κώμης Ἀφροδίτης διὰ Ἰωάννου θαυμασιωτάτου ὑποδέκτου τὰς συνηθείας κατὰ τὸ ἔθος δοθέντων παρʼ ὑμῶν τῷ κατὰ καιρὸν τριβούνῳ Ἀνταίου, ὑπὲρ κανόνος τετάρτης ἰνδικτίονος, χρυσοῦ νομισμάτια δύο παρὰ κεράτια τέσσερα τῷ χρυσοχοϊκῷ σταθμῷ· γίνεται χρυσοῦ νομισμάτια β παρὰ κεράτια δ χρυσοχοϊκῷ σταθμῷ. καὶ εἰς ὑμῶν ἀσφάλειαν πεποίημαι τὴν ἀποχὴν κατὰ τὸ ἔθος ὡς πρόκειται. ὁ καθωσιωμένος τριβοῦνος διʼ ἐμοῦ Βίκτορος δομεστικοῦ στοιχεῖ μοι ἡ ἀποχὴ ὡς πρόκειται. Φαρμοῦθι ιϛ ἰνδικτίονος γ