Ancient Greek
P.Cair. Masp. 1 67041
Documentary Papyri, P.Cair. Masp. 1 67041
Not analysed yet
δεδώκασιν οἱ ἀπὸ κώμης Ἀφροδίτης διὰ Κοκκίνου ὑποδέκτου εἰς λόγον κανονικῶν κανόνος ὀγδόης ἰνδικτίονος ὑπὲρ τρίτης καταβολῆς, πρὸς μέτρησιν Μαμμᾶς, χρυσοῦ νομισμάτια τριάκοντα ἕξ, ἁπλᾶ. γίνεται χρυσοῦ νομισμάτια λϛ ἁπλᾶ μόνα. καὶ εἰς σὴν ἀσφάλειαν καὶ τοῦ δημοσίου, πεποίημαι τοῦτο τὸ ἐντάγιον ὡς πρόκειται. Φλαύιοι Ἀμμώνιος καὶ Βίκτωρ χρυσῶναι διʼ ἐμοῦ Ἀμμωνίου διαδόχου χρυσωνῶν στοιχεῖ μοι ὡς πρόκειται.