Ancient Greek
P.Cair. Masp. 1 67090
Documentary Papyri, P.Cair. Masp. 1 67090
Not analysed yet
παρὰ Βίκτορος σὺν Θεῷ κομμενταρησίου τοῖς ἀδελφοῖς Ἰωάννῃ βοηθῷ καὶ ἄπα Ἐνὼχ καὶ Παπνουθίῳ καὶ Φοιβάμμωνι πρωτοκωμήταις καὶ πάσῃ κοινότητι καὶ ποιμέσι καὶ κεφαλαιωταῖς ποιμένων κώμης Ἀφροδίτης· ἔχετε τὸν λόγον παρʼ ἐμοῦ ἀπὸ παντὸς προσώπου καὶ πράγματος, ἵνα συντύχω ὑμῖν, καὶ ἀζημίως καὶ ἀβλαβῶς εὑρέθητε ὑπὲρ ἐμοῦ. Βίκτωρ σὺν Θεῷ κομμενταρήσιος στοιχεῖ μοι ὁ λόγος ὡς πρόκειται. ἐγράφη Φαῶφι κϛ ἰνδικτίωνος ιδ