Ancient Greek
P.Cair. Masp. 1 67091
Documentary Papyri, P.Cair. Masp. 1 67091
Not analysed yet
χμγ Κλαυδίῳ Ἀπολλῶτι τῷ αἰδεσίμῳ ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ Φλαυίου Βίκτορος ἐκ πατρὸς Βησίου, στρατιώτου τοῦ ἀριθμοῦ τῶν γενναιοτάτων Μαύρων τῶν ἐπὶ τοῦ Ἑρμουπολίτου νομοῦ, ὁρμωμένου ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης, χαίρειν. οἱ ὑποτεταγμένοι ἀπὸ τῆς ἡμετέρας κώμης συλῶντες τῆς ἐμῆς οἰκίας ἐν λῃστρικῷ τρόπῳ, καὶ τὰ εὑρισκόμενα ἐν τῇ αὐτῇ ἐμῇ οἰκίᾳ ἀπέσπασαν. διὰ τοῦτο ἐπιδίδωμι τῇ ὑμῶν ἐντρεχείᾳ τούτους μου τοὺς λιβέλλους πρὸς τοὺς ἑξῆς ὑποτεταγμένους, κελεῦσαι αὐτοὺς παραφυλαχθῆναι καὶ ἐν ἀσφαλεῖ γενέσθαι μέχρις δίκης δικαστικῆς κρίσεως. ἑτοίμως γάρ εἰμι καταλαβεῖν τὰ ἴχνη τῆς αὐτῶν ἐξουσίας περὶ τῆς αἰτίας. Φλαύιος Βίκτωρ Βησίου στρατιώτης ὁ προκείμενος ἐπιδέδωκα τοὺς λιβέλλους ὡς πρόκειται. εἰσὶν δέ· Μαθείας Δίου ὁ ἐμὸς γεωργός Ἄννα Φοιβάμμωνος γαμετὴ αὐτοῦ ὑπατείας τοῦ δεσπότου ἡμῶν Φλαυΐου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος, Θῶθ ε ἑβδόμης ἰνδικτίωνος