Ancient Greek
P.Cair. Masp. 1 67092
Documentary Papyri, P.Cair. Masp. 1 67092
Not analysed yet
Φλαυίῳ Βίκτορι τῷ αἰδεσίμῳ ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ Αὐρηλία Εἰρήνη Ἰωάννου, ἐκ μητρὸς Θητοῦτος, ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης, χαίρειν. οἱ ἑξῆς ὑποτεταγμένοι τετολμηκὼς παρανόμως ὑβρίζειν καὶ ὅρκον ἀποθέσθαι μοι τῇ εἰρημένῃ Εἰρήνῃ ὅτι· λαμβάνω σε εἰς γυναῖκα. νῦν δὲ ἐχλευάσθην παρʼ αὐτοῦ· τοίνυν ἐπιδίδωμι τῇ ὑμῶν ἐντρεχείᾳ τούτους μου τοὺς λιβέλλους. παρακαλῶ οὖν καὶ δέομαι αὐτήν, κελεῦσαι αὐτὸν ἐν ἀσφαλεῖ ποιῆσαι ἄχρι κρίσεως δικαστικῆς Αὐρηλία Εἰρήνη Ἰωάννου ἡ προκειμένη τοὺς λιβέλλους ὡς πρόκειται. Αὐρήλιος Ἐνὼχ Ἡρακλείου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας εἰσὶν Μακάριος χαλκοτύπος καὶ Τκουικουις μήτηρ αὐτοῦ μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους δωδεκάτου, Θῶθ κδ δευτέρας ἰνδικτίονος λίβελλοι Εἰρήνης Ἰωάννου