Ancient Greek
P.Cair. Masp. 1 67100
Documentary Papyri, P.Cair. Masp. 1 67100
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυίων Σαβινιανοῦ καὶ Θεοδώρου τῶν λαμπροτάτων, Μεσορὴ γ ιε ἰνδικτίονος. Αὐρηλίῳ Ἄπα Βίκτωρι Ἀπολλῶτος, διὰ Χαρισίου Ψιμανωβετ …αὐτοῦ, ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ Αὐρηλίου Πρωμαύωτος Παβησίου, μητρὸς Ταβήσεως γεωργοῦ ἀπὸ τῆς αὐτῆς κώμης, χαίρειν. μεμίσθωμαι παρὰ σοῦ πρὸς μόνον τὸν μέλλοντα ἐνιαυτόν, ἀπὸ καρπῶν τῆς πρώτης ἰνδικτίονος, τὰ ὑπάρχοντά σοι φοινίκια ἀπὸ τοῦ σοῦ κτήματος κλήρου Τχηνεσταυε· ἐφʼ ᾧ με ταῦτα ἔχειν λόγῳ καρπῶν καὶ διδόναι σοι τὸν φόρον ὑπὲρ πάντων φοινικίων φοινίκια, ξηροῦ ἀρτάβας δώδεκα καρυωτῶν, τῷ σῷ σαλαρίῳ μέτρῳ ἀναμφιλόγως. ἡ μίσθωσις κυρία καὶ βεβαία· καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Πρωμαύως ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Χαρίσιος Ἑρμαύωτος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. ἐγράφη διʼ ἐμοῦ Οὐίκτορος Ἀπολλ μίσθωσις Προμαύωτος …