Ancient Greek
P.Cair. Masp. 1 67101
Documentary Papyri, P.Cair. Masp. 1 67101
Not analysed yet
χμγ ὑπατείας Φλαυΐων Σεκουνδίνου καὶ Φήλικος τῶν ἐνδοξοτάτων, Ἁθὺρ α πέμπτης ἰνδικτίονος. τῷ δικαίῳ τῷ ἁγιωτάτῳ τῶν τριῶν ἁγίων τῆς λαμπρᾶς Ἀντινοέων, διὰ τῶν θαυμασιωτάτων πρωτοκωμητῶν κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ Αὐρηλίου Ἀνουφίου, ἐκ πατρὸς Ἑρμαυῶτος, ἐκ μητρὸς Σοφίας, ποιμένος ἀπὸ κώμης Ἀφροδίτης τοῦ αὐτοῦ νομοῦ, χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρʼ ὑμῶν πρὸς μόνον τὸν παρόντα ἐνιαυτόν, κατασπορᾶς γενήματος σὺν Θεῷ μελλούσης ἕκτης ἰνδικτίονος, τὸ ὑπάρχον γεώργιον τοῦ αὐτοῦ ἁγίου τόπου, κλήρου ὀστρακίνου, διακείμενον …μίσθωσις …πο…για τρεῖς ἀπο…