Ancient Greek
P.Cair. Masp. 1 67105
Documentary Papyri, P.Cair. Masp. 1 67105
Not analysed yet
χμγ μετὰ τὴν ὑπατείαν Φλαυίου Ὀρέστου καὶ Φλαυίου Λαμπαδίου τῶν ἐνδοξοτάτων, Φαῶφι …ἑνδεκάτης ἰνδικτίονος τῷ δημοσίῳ λόγῳ διὰ Φλαυίων Βίκτορος καὶ Ἐνὼχ εὐδοκιμωτάτων ἐξπελλευτῶν τῆς Ἀνταιουπολιτῶν, διὰ τοῦ αἰδεσιμωτάτου Αὐρηλίου Φοιβάμμωνος σιγγουλαρίου καὶ ἀπαιτητοῦ, Αὐρήλιος Παῦλος Μουσαίου, μητρὸς …ας, συντελεστὴς ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιουπολίτου νομοῦ, χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς ὑμῶν εὐδοκιμήσεως, πρὸς μόνον τὸν παρόντα ἐνιαυτόν, καρπῶν σὺν Θεῷ μελλούσης δωδεκάτης, τὰς ὑπαρχού σας ὑμῖν, διακειμένας ἐν πεδιάδι Φθλὰ καὶ τ…ατος ἀρούρας μετὰ τοῦ κα… μο… ἐν πεδιάδι Φθλά, ἐκ βορρᾶ τοῦ τόπου Ἄπα Ὀννοφρίου ἐφʼ ᾧ με ταύτας γεωργῆσαι, καὶ διδόναι ὑμῖν λόγῳ ἐπʼ ἀποτάκτῳ χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτια δύο χρυσοχοϊκῷ. ἡ μίσθωσις δισσὴν ὁμότυπον, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὁ δημόσιος λόγος διὰ ἡμῶν Φλαυίων Βίκτωρος καὶ Ἐνὼχ ἐξπελλευτῶν διὰ ἐμοῦ Αὐρηλίου Φοιβάμμωνος ἀπαιτητοῦ ἐξεμίσθωσε …σας ὡς πρόκειται. χμγ