Ancient Greek
P.Cair. Masp. 1 67106
Documentary Papyri, P.Cair. Masp. 1 67106
Not analysed yet
ὑπατείας Φλαυίου Ἀπίωνος τοῦ ἐνδοξοτάτου, Φαῶφι ιβ τρίτης ἰνδικτίονος. τῷ δημοσίῳ λόγῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ διὰ τοῦ θαυμασιωτάτου βοηθοῦ, παρὰ Αὐρηλίων Ἀπολλῶτος Κύρου καὶ Πεκυσίου Ἑρμαύωτος, ποιμένος ἀπὸ ἐποικίου Σάκκου περὶ τὴν αὐτὴν κώμην, χαίρειν. ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης μισθώσασθαι παρʼ ὑμῶν, πρὸς μόνον τὸν παρόντα ἐνιαυτόν, καρπῶν σὺν Θεῷ μελλούσης τετάρτης ἰνδικτίονος, το στρεφόμενον ἐν τῷ ἀπόρῳ γεώργιον ?,ἀρουρῶν ὅσων ἐστίν, διακείμενον ἐν πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης καὶ ἕως Φερκὼ καλουμένου Ψανχ σὺν τῷ λάκκῳ καὶ παντὶ δικαίῳ κατὰ τὰ ὅρια, ἐφʼ ᾧ ἡμᾶς τοῦτο γεωργῆσαι καὶ σπερμοβολῆσαι καὶ διδόναι ὑμῖν τὸν φόρον ἐπʼ ἀποτάκτῳ, χρυσοῦ νομισμάτια δύο τρίτον παρὰ κεράτια τρία τῷ χρυσοχοϊκῷ σταθμῷ σταθμῷ, καὶ σίτου ἀρτάβας δύο ἀναμφιλόγως. ἡ μίσθωσις κυρία καὶ βεβαία· καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Ἀπολλὼς Κύρου καὶ Πεκύσιος οἱ προκείμενοι μεμισθώμεθα ὡς πρόκειται. Φλαύιος Μηνᾶς Ἰωσηφίου, ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων …