Ancient Greek
67126.1 to 67126.42
Documentary Papyri, P.Cair. Masp. 2 67126.1-42
Not analysed yet
χμγ Φλάυιος Βίκτωρ ἐλέει Θεοῦ πρεσβύτερος ἐκκλησίας διακειμένης ἐπὶ τὴν Θηβαίων χώραν ἐν κώμῃ λεγομένῃ Ἀφροδίτῃ, υἱὸς Βησαρίωνος τοῦ τῆς μακαρίας μνήμης, καὶ Φλάυιος Ἀπολλῶς υἱὸς Διοσκόρου τοῦ μακαριωτάτου, ἀμφότεροι ὁρμώμενοι ἀπὸ τῆς προειρημένης κώμης ἐπιλεγομένης Ἀφροδίτης, διάγοντες δὲ τὰ νῦν ἐπὶ τήνδε τὴν βασιλίδα καὶ πανευδαίμονα πόλιν, αὐθένται ὄντες …η καὶ ὑπὲρ ἀλλήλων ἐγγυηταὶ καὶ ἀποδόται, κιχραμένου ἑκατέρου ἡμῶν καὶ ἐνεχομένου εἴς τε μέρος καὶ εἰς ὁλόκληρον, ὁμολογοῦμέν σοι Φλαυΐῳ Ἀναστασίῳ, καθωσιωμένῳ καστρησιανῷ τῆς θείας τραπέζης καὶ ἀργυροπράτῃ, υἱῷ Ἰωάννου τοῦ τῆς μακαρίας μνήμης, εἰληφέναι ἡμᾶς παρὰ σοῦ ἐν δάνει ἐνιαίῳ …τῇ ἐνεστώσῃ καὶ ὑποτεταγμένῃ ἡμέρᾳ, καὶ ἔχειν σου καὶ χρεωστεῖν κεφαλαίου χρυσίνους ὀβρύζους εὐστάθμους καὶ τελείους, τὸν ἀριθμὸν εἴκοσι ,καταβληθέντας ἡμῖν παρὰ σοῦ διὰ χειρῶν εἰς χεῖρας, παρουσίᾳ τῶν ὑποτεταγμένων μαρτύρων, τοὺς καὶ χωρήσαντας εἰς ἰδίας ἡμῶν καὶ ἀναγκαίας χρείας. καὶ τοὺς αὐτοὺς εἴκοσι τοῦ κεφαλαίου χρυσίνους ὀβρύζους εὐστάθμους καὶ τελείους ἀποδοῦναί σοι ὁμολογοῦμεν, ἡμεῖς τε ἀμφότεροι καὶ ὁπότερος ἡμῶν, κατὰ τὸ τῆς ἀλληλεγγύης δίκαιον, σοί τε καὶ κληρονόμοις σοῖς καὶ διαδόχοις, ἡμεῖς τε καὶ κληρονόμοι ἡμῶν καὶ διάδοχοι, προθεσμίας συμφωνηθείσης μηνῶν τεσσάρων ἀριθμουμένων ἀπὸ τῆς ἐνεστώσης καὶ ὑποτεταγμένης ἡμέρας, μετὰ τῶν ἐπισυναγομένων αὐτοῖς διμοιριαίων τόκων· καὶ ἕως τελείας αὐτῶν ἀποδόσεως εὔδηλον ὅτι οὔσης τῆς ἐξουσίας περὶ τὸ ἐνδοῦναι ἢ μὴ ἐνδοῦναι ἐντάγιον…επει… καὶ τῶν περὶ ……λημμάτων καὶ ἀναλωμάτων λόγον, ὑποθέμενοί σοι εἰς ἀσφαλές, ἰδικῶς καὶ γενικῶς, πάντα ἡμῶν τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα, κινητά τε καὶ ἀκίνητα καὶ αὐτοκίνητα, ἐν παντὶ εἴδει καὶ γένει· καὶ ἐπερωτηθέντες παρὰ σοῦ κατὰ πρόσωπον, ὡμολογήσαμέν σοι γράψαντες τὸ προκείμενον ἰδιόχειρον γραμμάτιον τῶν εἴκοσι τοῦ κεφαλαίου νομισμάτων διὰ χειρῶν σοῦ εἰς χεῖρας ἡμῶν Ἀπολλῶτος, ἐν ᾧ κάτω Βίκτωρ καθυπέγραψα μηνὶ Ἰανουαρίῳ ἑβδόμῃ, ἰνδικτίωνι τετάρτῃ, ἐν βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους τεσσαρεσκαιδεκάτου, ὑπατείας Φλαυίου Βασιλείου τοῦ λαμπροτάτου ἐκείνου δήλου τυγχάνοντος, ὅτι ταῦτα τὰ προγεγραμμένα εἴκοσι νομίσματα ὄβρυζα εὔσταθμα, μετὰ τῶν ἐπισυναγομένων αὐτοῖς διμοιριαίων τόκων, ἐν Ἀλεξανδρείᾳ ἡμᾶς τε ἀμφοτέρους καὶ ὁπότερον ἡμῶν παρασχεῖν ἐν τῇ ὑμετέρᾳ ἀποθήκῃ, Θωμᾷ τῷ θαυμασιωτάτῳ ὑμῶν ἀνθρώπῳ συλλαβόντι τὸν λόγον κυρίως ὑπὲρ ὑμῶν ποιουμένων, μετὰ καὶ τῆς αὐτῶν ἀποκαταστάσεως, τοῦτʼ ἔστιν μηνῶν δύο διμοιριαίους τόκους .