Ancient Greek
67126.43 to 67126.78
Documentary Papyri, P.Cair. Masp. 2 67126.43-78
Not analysed yet
Φλάυιος Βίκτωρ, ἐλέει Θεοῦ πρεσβύτερος, υἱὸς Βησαρίωνος τοῦ μακαριωτάτου, ὁ προγεγραμμένος, ὁμολογῶ κεκομίσθαι ἐν δάνει παρὰ σοῦ τοῦ προγεγραμμένου καθωσιωμένου Ἀναστασίου, ἅμα Ἀπολλῶτι τῷ μνημονευθέντι, τοὺς προγεγραμμένους εἴκοσι τοῦ κεφαλαίου χρυσίνους ὀβρύζους εὐστάθμους, καὶ τούτους σοι ἀποδιδόναι κατὰ τὸ τῆς ἀλληλεγγύης δίκαιον τῇ εἰρημένῃ τῶν τεσσάρων μηνῶν προθεσμίᾳ, δίχα τῆς οἱασδήποτε ἀπολογίας, μετὰ τῶν ἐπισυναγομένων αὐτοῖς διμοιριαίων τόκων, καὶ τῆς προειρημένης τῶν δύο μηνῶν ἀποκαταστάσεως, ὑποθέμενός σοι ἐπὶ πᾶσι τοῖς προγεγραμμένοις πάντα τὰ ὄντα μοι καὶ ἐσόμενα πράγματα, κινητά τε καὶ ἀκίνητα, ἐν παντὶ εἴδει καὶ γένει· καὶ πρὸς τὸ ἔχειν σε τὸ ἀσφαλὲς καθυπέγραψα τῷ προκιμένῳ ἰδιοχείρῳ γραμματίῳ τῶν εἴκοσι τοῦ κεφαλαίου νομισμάτων, χειρὶ ἐμῇ, ἡμέρᾳ καὶ ὑπατείᾳ τῇ προγραμμένῃ . Φλάυιος Ὀλύβριος, μαγιστριανὸς τῶν θείων ὀφφικίων, υἱὸς τοῦ τῆς λαμπρᾶς μνήμης Κύρου, παρήμην γινομένου τοῦ προκειμένου ἀλληλεγγύου γραμματίου τῶν εἴκοσι τοῦ κεφαλαίου νομισμάτων παρὰ Βίκτορος τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ Ἀπολλῶτος τοῦ θαυμασιωτάτου, εἰς Ἀναστάσιον τὸν καθωσιωμένον καστρησιανὸν τῆς θείας τραπέζης καὶ ἀργυροπράτην, καὶ τῇ καταβολῇ τῶν αὐτῶν τοῦ κεφαλαίου εἴκοσι νομισμάτων· καὶ μαρτυρῶν ὑπέγραψα χειρὶ ἐμῇ . Φλάυιος Μάξιμος, ἀναφερόμενος ἐν τῷ ἀριθμῷ τῶν γενναιοτάτων Σεξτοδαλματῶν, υἱὸς τοῦ τῆς εὐλαβοῦς μνήμης Θεοδοσίου, παρήμην γινομένου τοῦ προκειμένου γραμματίου τῶν εἴκοσι τοῦ κεφαλαίου νομισμάτων, παρὰ Βίκτορος τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ Ἀπολλῶτος τοῦ θαυμασιωτάτου, εἰς Ἀναστάσιον τὸν καθωσιωμένον καστρησιανὸν τῆς θείας τραπέζης καὶ ἀργυροπράτην, καὶ τῇ καταβολῇ τῶν αὐτῶν τοῦ κεφαλαίου εἴκοσι νομισμάτων· καὶ μαρτυρῶν ὑπέγραψα χειρὶ ἐμῇ Φλάυιος Σάνος, βοηθὸς τοῦ θεοφιλεστάτου κύρου Μηνᾶ διακόνου, σὺν Θεῷ ναύκληρος, υἱὸς τοῦ τῆς μακαρίας μνήμης Ἰσιδώρου, παρήμην γινομένου τοῦ ἀλληλεγγύου γραμματίου τῶν εἴκοσι τοῦ κεφαλαίου νομισμάτων, παρὰ Βίκτορος τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ Ἀπολλῶτος τοῦ θαυμασιωτάτου, εἰς Ἀναστάσιον τὸν καθωσιωμένον καστρησιανὸν τῆς θείας τραπέζης καὶ ἀργυροπράτην, καὶ τῇ καταβολῇ τῶν αὐτῶν τοῦ κεφαλαίου εἴκοσι νομισμάτων· καὶ μαρτυρῶν ὑπέγραψα χειρὶ ἐμῇ .