Ancient Greek
67156tripl.1 to 67156tripl.19
Documentary Papyri, P.Cair. Masp. 2 67156tripl.1-19
Not analysed yet
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους πέμπτου, Θὼθ εἰκάδι ἑβδόμῃ τῆς παρούσης τετάρτης ἰνδικτίονος ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. ταύτην τίθενται καὶ ποιοῦνται πρὸς ἀλλήλους τὴν ἀντισύγγραφον κοινὴν ἁπλῆν ὁμολογίαν οἱ ἀφʼ ἑκατέρου μέρους, ἐπὶ τοῖς ἑξῆς δηλουμένοις συμφώνοις καὶ ὁμολογήμασιν, ἐφʼ αἷς περιέχει διαστολαῖς ἁπάσαις· ἐκ μὲν τοῦ ἑνὸς μέρους Αὐρηλία Τεκρομπία θυγάτηρ Σερήνου, ἐκ μητρὸς Θερμουθίας, ἀνθυλοπράτισσα, ὁρμωμένη ἀπὸ ταύτης τῆς καλλιπόλεως Ἀντινοέων, χωρὶς κυρίου ἀνδρὸς χρηματίζουσα, ἐκ δὲ θατέρου μέρους Αὐρηλία Μαρία θυγάτηρ ἄπα Μια τοῦ τῆς εὐλαβοῦς μνήμης ἀπογενομένου διακόνου, ἐκ τῆς προγεγραμμένης Τεκρομπίας αὐτοῦ συμβίου γαμετῆς καὶ ταύτης μητρός, ἀπὸ τῆς αὐτῆς πόλεως, μετὰ συνεστῶτος καὶ συνευδοκοῦντος καὶ συμπειθομένου αὐτῇ ἐπὶ ταύτῃ τῇ κοινῇ ἐγγράφῳ ὁμολογίᾳ ἐμοῦ παρόντος Δανιηλίου υἱοῦ Ἡρακλείδου, ἐπιστάτου ἀνθυλοπρατῶν, ἀνδρὸς Μαρίας, ὁρμωμένου καὶ αὐτοῦ ἀπὸ τῆς αὐτῆς Ἀντινοέων πόλεως. καὶ ὁμολογοῦσιν ἀλλήλοις τὰ ἐφʼ ἑξῆς ἐπὶ λέξεως οὕτως· πρώην τοῦ εὐμοίρου μου ἀνδρὸς ἄπα Μια, τοῦ μακαριωτάτου σου πατρὸς Μαρίας, τῆς ἐξ αὐτοῦ παιδοποιηθείσης μοι γλυκυτάτης θυγατρός, ἐξιόντος τοῦ βίου, καταλέλοιπέν σε τὴν προαφηγηθεῖσαν Μαρίαν καὶ Ἄνναν καὶ Φοιβάμμωνα καὶ Εὐχαριστίαν τοὺς σοὺς ἀδελφοὺς ὁμογαστρίους ἐξ ἀμφοτέρων ἡμῶν τῶν γόνεων· καὶ ἀόκνως εἰργασάμην μετὰ σπουδῆς ἀγρύπνως εἰς τὴν ἡμῶν ἀνθυλοπρατικὴν τέχνην ἕως ὅτε ἀνήγαγον ὑμᾶς παρʼ ἐμοῦ τρεφομένους διόλου εἰς ἡλικίαν καὶ εἰς γάμον δεδομένας· καὶ ἀνήλωσα πάμπολλα εἰς τοὺς γάμους ὑμῶν ἀναλώματα, καὶ ἤδη δεκατριῶν ἐνιαυτῶν μέχρι τῆς δεῦρο διαγεναμένων ἐπὶ τῇ τοῦ πατρὸς ὑμῶν ἀποβιώσει, ἐργαζομένη ἀδιαλείπτως εἰς τὴν κοινὴν ἡμῶν μετʼ ἀλλήλων εὐζωΐαν. ἀρτίως δὲ τοὺς λογισμούς, εὑρεθεῖσαι μετʼ ἀλλήλων, ἐπράξαμεν εἴς τε τὸ εἰσοδευόμενον ἡμῖν κέρδος καὶ εἰς τὰς ζημίας, εὑρέθημεν χρεωστοῦσαι χρυσοῦ νομίσματα ὀκτὼ εἰς πάντα λόγον παρὰ κεράτια ἓξ ἕκαστον, ζυγῷ δημοσίῳ Ἀντινόου, γίνεται χρυσοῦ νομίσματα η παρὰ κεράτια μη, τῷ δημοσίῳ ζυγῷ Ἀντινόου. καὶ μετὰ ταῦτα ἐπεζήτησας πρὸς ἐμὲ τὴν μητέρα σου ἔγγραφον μίσθωσιν ἐπʼ ἐνοικίων λόγῳ τοῦ ἀνήκοντός σοι τετάρτου μέρους τῶν ὄντων ἡμῖν δύο οἰκημάτων ὑπὲρ ἐμοῦ τε καὶ τοῦ σου πατρὸς ἐν ταύτῃ τῇ Ἀντινοέων πόλει. καὶ ἐγὼ ἡ μήτηρ σου Τεκρομπία ἐπεζήτησα πρὸς σὲ τὴν θυγατέρα μου Μαρίαν, ἅμα τῇ μισθώσει γεναμένῃ σοι παρʼ ἐμοῦ τοῦ αὐτοῦ σου τετάρτου μέρους τῶν οἰκημάτων, τὸ ἐπιβάλλον σοι τέταρτον