Ancient Greek
67156tripl.20 to 67156tripl.37
Documentary Papyri, P.Cair. Masp. 2 67156tripl.20-37
Not analysed yet
μέρος ἐκ τῶν τοῦ χρέους νομισματίων ὀκτώ ,τοῦτʼ ἔστιν νομισμάτια δύο ,ὁμοῦ παρὰ κεράτια δώδεκα ,ζυγῷ Ἀντινόου. καὶ παρακλήσεις προσήγαγες μοι ἐνδοῦναί σοι εἰς ταῦτα μέχρι τῆς ἐμῆς τελευτῆς, ἐπὶ τῷ σε ταῦτα ἀναμφιβόλως παρασχεῖν εἰς τὸ προκείμενον χρέος μετὰ τὴν ἐμὴν ἀποβίωσιν καὶ μηδὲν ἄλλο περαιτέρω τούτων δοῦναι, μήτε μὴν ἄλλο τι λήμψασθαι ὑπὲρ πατρῴας πάσης καὶ μητρῴας κληρονομίας ἐκ παντοίων κοινῶν κινητῶν πραγμάτων μεταξύ μου ὄντων καὶ τοῦ σου πατρός, εἰ μὴ τὸ τέταρτόν σου μέρος τῶν δύο μόνων οἰκημάτων ὧν τὴν μίσθωσιν ἀρτίως ἐξεθέμην σοι βεβαίαν εἶναι καὶ κυρίαν. ἀνθομολογῶ τε καὶ ἐγὼ Μαρία ἡ προγεγραμμένη σου θυγάτηρ ἑτοίμως ἔχειν τὰ προειρημένα δύο νομίσματα ἀπολογήσασθαι εἰς τὸ χρέος τῶν ὀκτὼ νομισμάτων πρὸς πᾶσαν ἐμὴν ἀπαλλαγήν, καὶ μηδὲν ἄλλο χρέος ὑπὲρ σοῦ τε καὶ τοῦ πατρός μου ἀποδιδόναι καὶ ἂν ὄντος χρέους καὶ ἂν μὴ ὄντος μετα τὴν σὴν ἀποβίωσιν, καὶ μηδὲν ἄλλο ἐπιζητεῖν εἰς μοίραν μου καὶ κλῆρον εἰ μὴ τὸ τέταρτον μέρος μου τῶν δύο οἰκημάτων διὰ τὸ ἐμὲ τελείως πεπληρῶσθαι τοῦ παντὸς ἀνήκοντός μοι μέρους ὑπὲρ τῆς σῆς κληρονομίας καὶ τοῦ ἀναπαυσαμένου μου πατρὸς ἐντεῦθεν ἤδη· καὶ εἰ βουληθείην ἐνάξαι σοί τε καὶ τοῖς ἀδελφοῖς μου περὶ τούτου ἢ καὶ ἄλλων γε σὺν Θεῷ ἐπικτηθησομένων παρὰ σοῦ ἀπὸ τῆς δεῦρο ἐπὶ τὸν ἅπαντα τῆς ζωῆς σου χρόνον πραγμάτων, παρέξω σοί τε καὶ τοῖς σοῖς κληρονόμοις, δίχα κρίσεως καὶ δικῆς καὶ οἵας δήποτε εὑρησιλογίας, χρυσοῦ νομίσματα δέκα ἓξ εὔσταθμα ζυγῷ δημοσίῳ, μετὰ καὶ τοῦ ἐμὲ ἀνωφελῆ ἀκοῦσαν ἐμμεῖναι τοῖς ἐγγεγραμμένοις, ἐφʼ οἷς καὶ ὤμοσα τὸν φρικωδέστατον ὅρκον μὴ παραβῆναι πώποτε ταύτην τὴν ὁμολογίαν, ἥνπερ ἐθέμεθα ἀλλήλοις μεθʼὑπογραφῆς τοῦ ὑπὲρ ἡμῶν ὑπογραφομένων καὶ συνηθῶν μαρτύρων, παρʼ ὧν ἐρωτηθεῖσαι ταῦθʼ οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν κύρια καὶ βέβαια πανταχοῦ προφερόμενα καὶ πληροῦν ὡμολογήσαμεν. σημεῖα Τεκρομπίας σημεῖα Μαρίας εὔδηλον δὲ καὶ τοῦτο, ὡς προεῖπον, ὥστε σὲ Μαρίαν τὴν ἐμὴν θυγατέρα πώποτε ἐμοῦ ζώσης μὴ δύνασθαί σε κρατεῖν τοῦ τετάρτου σου μέρους τῶν δύο οἰκημάτων εἰ μὴ μετὰ τὴν ἐμὴν ἀποβίωσιν, καὶ παρασχεῖν τὰ δύο νομίσματα τοῦ σου μέρους ἐκ τοῦ χρέους τῶν ὀκτὼ νομισμάτων, μέντοι γε ἐμοῦ κατʼ ἔτος τῆς σῆς μητρὸς παρασχομένης σοι τὸ ἐνοίκιον αὐτοῦ, ἤτοι χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτια ἓξ κατὰ τὴν γεναμένην σοι παρʼ ἐμοῦ μίσθωσιν τῶν αὐτῶν δύο οἰκημάτων. καὶ ἐπὶ τούτῳ