Ancient Greek
67169bis.Fr1.1 to 67169bis.Fr3.44
Documentary Papyri, P.Cair. Masp. 3 67169bis.Fr1.1-67169bis.Fr3.44
Not analysed yet
χμγ βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος ἔτους τετάρτου, Μεχεὶρ ἑπτακαιδεκάτῃ δευτέρας ἰνδικτίονος ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. Φλαυΐῳ Βίκτορι τῷ λαμπροτάτῳ καὶ λογιωτάτῳ υἱῷ τοῦ λαμπροτάτου καὶ σοφωτάτου σχολαστικοῦ Φοιβάμμωνος τοῦ υἱοῦ τοῦ τῆς μεγαλοπρεποῦς μνήμης Θωμᾶ Αὐρηλίος Μέλιος υἱὸς Ἰωάννου, ἐκ μητρὸς Λεοντίας παρούσης αὐτῆς καὶ συναινούσης καὶ συνπειθομένης τῷ παρόντι ὠνιακῷ γραμματείῳ, ἅμα τε ἐγγυωμένης τὴν γνώμην καὶ προαίρεσιν καὶ βεβαίωσιν τοῦ υἱοῦ αὐτῆς Μελίου ἐπὶ πᾶσι τοῖς ἑξῆς δηλουμένοις ὁμολογήμασι ἐν τῇ παρούσῃ ἐγγράφῳ πράσει, οἰκείῳ αὐτῆς καὶ αὐτοῦ κινδύνῳ καὶ πόρῳ καὶ τιμήματι τῆς ἐξ ἀμφοῖν παντοίας αὐτῶν ὑποστάσεως γενικῶς καὶ ἰδικῶς, ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ, καθάπερ ἐκ δίκης, καὶ ὁμολογούσης τὸν προειρημένον Μέλιον τὸν νῦν ἐφεστῶτα καὶ μεγίστην ἀφικόντα ἡλικίαν καὶ Γεώργιον τὸν αὐτοῦ ὁμογνήσιον ἀδελφὸν, οὗ ποιεῖται τοὺς λόγους ἀπόντος ὡς παρόντος, παρασκευάσαι αὐτὸν στέρξαι καὶ ἐμμεῖναι τῇ παρούσῃ ἐγγράφῳ διαπράσει διηνεκῶς ἀπαραβάτως, τῷ προσημανθέντι αὐτῆς κινδύνῳ, ἀφ… τοῦ μείζονος ……υτων σ…π…ας ἐν παντὶ …ὁμολογοῦμεν ἡμεῖς οἱ προγεγραμμένοι Μέλιος υἱὸς Ἰωάννου καὶ Λεοντία θυγάτηρ Βίκτορος, ἐκ μητρὸς …ας Η…, …ἀμφότεροι ὁρμώμενοι ἀπὸ κώμης Μαγδώλων Μιρὴ τοῦ Ἑρμουπολίτου νομοῦ, ποιούμενοι δὲ τοὺς λόγους ὑπέρ τε ἑαυτῶν καὶ ὑπὲρ τοῦ προειρημένου ἀπόντος Γεωργίου, αὐτῶν υἱοῦ καὶ ἀδελφοῦ Μελίου, διὰ ταύτην τὴν ἔγγραφον ὁμολογίαν τῆς ἀσφαλείας ἤτοι πράσεως, ἥνπερ ἐθέμεθα σκοπῷ δικαίῳ καὶ καλῇ πίστει καὶ ἀμετανοήτῳ καὶ ἀμεταβλήτῳ βουλήσει καθαρᾷ τε προθέσει καὶ συνειδήσει ὀρθῇ τῇ διανοίᾳ, ἄνευ παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀνάγκης καὶ ἀπάτης καὶ πάσης συναρπαγῆς τε καὶ περιγραφῆς κατὰ νόμους, ἅμα τε ἐπομνύμενοι τὸν θεῖον καὶ σεβάσμιον ὅρκον καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ γαληνοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος, πεπρακέναι σοι τῷ προειρημένῳ λαμπροτάτῳ Βίκτορι καὶ καταγεγραφηκέναι καὶ παρακεχωρηκέναι καὶ ἐκκεχωρηκέναι καὶ παραδεδωκέναι σοι, ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ ἑξῆς ἅπαντα καὶ προελαύνοντα χρόνον διὰ παντὸς εἰς τὸ παντελὲς, πληρεστάτῳ παντὶ δεσποτείας δικαίῳ καὶ καλῇ πίστει καὶ πάσῃ ἐξουσίᾳ καὶ κατοχῇ καὶ κυριότητι, τὴν ὑπάρχουσαν ἡμῖν ἐκ γονικῆς ἡμῶν διαδοχῆς ἄρουραν μίαν ἄνυδρον οὖσαν, καθαρᾶς σπορίμης γῆς, διακειμένην ἐπὶ τῆς αὐτῆς κώμης Μαγδώλων Μιρὴ τοῦ Ἑρμοπολίτου νομοῦ, ἐν τρίσι τοποθεσίαις ἐν τῇ τρίτῃ τοποθεσίᾳ ἅμματα πέντε α… κτήματα …