Ancient Greek
67169bis.Fr3.45 to 67169bis.Fr4.73
Documentary Papyri, P.Cair. Masp. 3 67169bis.Fr3.45-67169bis.Fr4.73
Not analysed yet
…εισιν, τῆς ὁλοκλήρου καὶ πραθείσης ὑμῖν ἀρούρης ἀπὸ ἑξήκοντα τεσσάρων ἁμμάτων συγκειμένης τῷ δημοσίῳ σχοινίῳ · οἱ δὲ γείτονες τῶν αὐτῶν πέντε ἁμμάτων κατὰ τὰς ἀγρογειτνίας δηλοῦνται οὕτως· ἐπὶ μὲν νότου δημοσία ὁδὸς ἄγουσα ἐπὶ τὸ ἐποίκιον παράνω τῆς ἁγίας ἐκκλησίας τῆς ἐκεῖσε τοῦ Προδρόμου καὶ βαπτίστου ἁγίου Ἰωάννου, λιβὸς τὸ συντελικὸν δὲ τῶν θεοφόβων ἀνθρώπων τοῦ καλουμένου Πους, ἐπὶ δὲ ἀπηλιώτου τῶν ης… ἢ οἵοι ἂν ὦσι γείτονες πάντῃ παντόθεν τῶν προδηλωθέντων τριῶν τοποθεσιῶν τῆς πραθείσης ὑμῖν παρʼ ἡμῶν ὁλοκλήρου ἀρούρας …γιγνομένου πώποτε εἰς τὰς γειτνίας αὐτῆς εἰ αλλ…, καθʼ οἵον γὰρ δήποτε χρόνον βεβαιώσωμεν ταύτην, τιμῆς δὲ τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης τελείας καὶ ἀξίας, χρυσοῦ νομισμάτων ὀκτὼ, ἑκάστου παρὰ κεράτια ἕξ ,τῷ δημοσίῳ ζυγῷ τῆς Ἀντινόου πόλεως· γίνεται νομισμάτια η παρὰ μη, ἅπερ ταῦτα τῆς τιμῆς χρύσινα ἀνειλήφαμεν ἡμεῖς οἱ ἀποδόμενοι Μέλιος καὶ Λεοντία, ποιούμενοι τοὺς λόγους ὑπὲρ Γεωργίου, παρὰ σοῦ τοῦ πριαμένου Βίκτορος διὰ χειρός σου εἰς χεῖρας ἡμῶν, παρόντων τῶν μεσιτῶν ……οτου… …ὑπογραφ ……ἀπὸ τοῦ νῦν ἐπὶ τὸ διηνεκὲς …παρακεχωρημένη σοι παρʼ ἡμῶν ε… …σε τὸν πριάμενον Βίκτορα κρατεῖν καὶ κυριεύειν …ν διαδ…ν αἰωνίως καὶ κυρίως ἀεὶ ὑπὲρ συντελείας καὶ …ι… τῆς προονομασθείσης καὶ πραθείσης σοι παρʼ ἡμῶν μιᾶς ἀρούρης ἀνύδρου καθαρᾶς σπορίμης γῆς μετὰ παντὸς τοῦ δικαίου καὶ τῆς καθόλου αὐτῆς ἀγρογειτνίας, κατὰ τὰ ἀρχαῖα αὐτῆς ὅρια, τῆς διακειμένης ἐν τρισὶ τοποθεσίαις, ὡς προλέλεκται, ἐπὶ πεδιάδος κώμης Μαγδώλων Μιρὴ, τελούσης μόνον ἀεί ποτε εἰς τὸ δημόσιον λογιστήριον