Ancient Greek
67295.pg2.6 to 67295.pg2.25
Documentary Papyri, P.Cair. Masp. 3 67295.pg2.6-25
Not analysed yet
τοιουτοτρόπων, εἰς ἀναζήτησιν τῶν ἐαθέντων παρά του ἐμοῦ πατρὸς εἰς ἀναγκαίας καὶ ἀπαραιτήτους χρείας. τούτων τοίνυν ὅλων τὸν ἔλεγχον παρὰ πόδα καὶ ἐν καιρῷ τῷ δέοντι τῷ καθαροτάτῳ ὑμῶν ἀποκαλυφθήσεται δικαστηρίῳ, καὶ ποινὴν πάντως ἐπὶ τούτοις κατὰ νόμους παρέξει. τὰς γὰρ παρακατασχέσεις, ἃς καλοῦσιν οἱ νόμοι ῥετεντιῶνας, ἐξ ἠθῶν κακῶν καὶ μεταθέσεως σκευῶν, πρὸς ταῖς ἄλλαις πρὸς τιμωρίαν τῶν τοιουτοτρόπων γυναίκων ἐπενόησεν, ἃς πάντως καὶ ἐγὼ, διὰ τοὺς εἰς ἐμὲ γεγενημένους παρὰ τῆς τοιαύτης συμβίου τρόπους, ἐφʼ ὑμῖν τοῖς γενναίοις δικασταῖς πρὸς τῇ ἀποκαταστάσει τῶν ἐμῶν σκευῶν ἐν τῷ δέοντι καιρῷ καὶ ἀπὸ τῶν αὐτῆς ζητήσω. τούτων τοίνυν φυλαττομένων μοι κατὰ σῆς νομίμου δικαιολογίας, ἐξαιτῶ τὴν σὴν ἐντρέχειαν μὴ συγχωρῆσαι μηδεμίαν καινοτομίαν γενέσθαι κατὰ τῆς ὑπʼ ἐμὲ νομῆς ἢ πραγμάτων ἢ ἀνθρώπων παρʼ οἱουδήποτε ἀνθρώπου, ἐκ συναρπαγῆς τινος ἢ ἐχθρῶν ἐπιβουλῆς, ἀλλὰ καὶ ὁρκίζω ὑμὰς κατά τοῦ παντοκράτορος θεοῦ καὶ τῆς θείας καὶ οὐρανίας νίκης τοῦ τὰ πάντα νικῶντος δεσπότου τῆς οἰκουμένης Φλαυίου Ἀναστασίου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, τούτους μου τοὺς ἀντιρρητικοὺς λιβέλλους συνάψαι ἀναφορᾷ ἰδίᾳ καὶ μηνῦσαι τῷ καθαροτάτῳ δικαστηρίῳ, πρὸς τὸ μὴ γενέσθαι καινοτομίαν τινὰ κατʼ ἐμοῦ ἢ ἀνθρώπων ἐμῶν ἢ νομῆς ὑπʼ ἐμὲ τυγχανούσης, ἐκ συναρπαγῆς τῶν ἐμῶν ἐχθρῶν. τοῦτο γὰρ βούλεται τὰ φοβερώτατα ἔδικτα, διὰ σοῦ τοῦ τὴν φροντίδα τῆς κώμης ἀναδεδεγμένου τὰ τοιαῦτα μηνυθῆναι τοῖς δικαστηρίοις, πρὸς τὸ μὴ βλαβῆναι τοὺς ἐπιεικεῖς καὶ ἰδιοπραγμονοῦντας. οὐ γὰρ δίκαιον τὴν ὑπʼ ἐμὲ νομὴν ἀλόγως εἰς ἑτέρους μετατεθῆναι. ὁρκίζω τοίνυν ὑμᾶς κατὰ τοῦ αὐτοῦ θείου ὅρκου ὑποσημάνασθαι εἰς τὸ ἴσον τούτων μου τῶν ἀντιρρητικῶν λιβέλλων, ὅτε καὶ αὐτοὺς ἐδέξασθε· καὶ ἐπὶ τὸ δικαστήριον μετὰ μηνύσεως καθὰ τοῖς νόμοις δόκει τούτους πέμπετε. Φλαύιος Ὡραπόλλων Ἀσκληπιάδου φιλόσοφος ὁ προγεγραμμένος ἐπιδέδωκα τούτους μου τοὺς λιβέλλους τοὺς ἀντιρρητικοὺς ,ἀξιῶν μηδεμίαν καινοτομίαν ὑπομεῖναι τὰ ὑπʼ ἐμὲ πράγματα καὶ ἀνθρώπους ἐμοὺς, καὶ ὑπογράψας ἐπιδέδωκα.