Ancient Greek
67295.pg3.1 to 67295.pg3.35
Documentary Papyri, P.Cair. Masp. 3 67295.pg3.1-35
Not analysed yet
ἀσεβοῦς ψυχῆς ἴασις, εὐσεβούντων παραίνεσις, οὐκοῦν εἴης ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα καθʼ Ὅμηρον. τὸν μὲν πάλαι βίον φανεὶς ἐπὶ κεφαλαῖς, νῦν δὲ μετακαλῶς δίκαιος, ψυχωφελοῦς τῆς ὑμετέρας τυχῶν εἰσαγωγῆς, ἐπʼ ἀγκάλαις οὖν τὴν κέλευσιν ἔχω, μηδὲν τῆς αἰτηθείσης συγγνώμης λογισάμενος, ἐπειδὴ μηδὲ τὴν ἀρχὴν μέμνημαι παρατραπεὶς εἰς τὸν θαυμάσιον Βίκτορα, εἰ μὴ ὅσον εἰς μέμψιν ὑπωνειδισα ἐγὼ τὴν κατὰ τῶν πενητῶν ἀδικίαν. οὐ γάρ εἰμι σύμβουλος ἐπιβλαβῆς ἀπηνὴς εἰς πρᾶξιν αἰσχρὰν ἧς ἐργάτης πρὸς πάντας καθέστηκα· εχα…ηθη ἠνιάθην δὲ, πάτερ ἁγιώτατε συμφορᾶς πλῆθος θεώμενος, καὶ τοὺς παρʼ αὐτοῦ βεβιασμένους οὐ μέχρι δʼ ἀκούων ὑποχαλῶντας τὸν οἶκτον, ἀλλʼ ὑπορῶντας τραγικώτερον, τοῦ βίου τὴν στέρησιν, ἐφʼ ᾧ βίον ἄϊστον πάντως ἐδόκουν εἰ καὶ πενιχραῖς ἐλπίσιν ηὐξάνοντο, καὶ ἐμὲ μὲν παραινοῦντες, ἡμμένοι δὲ καὶ ἐκείνῳ, ὅπως ἐγὼ μὲν εὑρέθω πρὸς φίλους σωφρονέστερος, αὐτὸς δὲ τῶν προσταττομένων αλτνη πραγμάτων. τῷ δεσπότῃ μου τὰ πάντα θεοσεβεστάτῳ καὶ ἁγιωτάτῳ πατρὶ καὶ ἐπισκόπῳ ἄππα Κεφάλωνι Ἰωάννης υἱὸς Ψάτου πρὸς ἐπίσκοπον νοτάριος ἐμπαίδευτος πρὸς ἕτερον. ἡ δὲ ἐπιγραφὴ ἦν οὕτως· ἀπόδος σὺν Θεῷ τῷ δεσπότῃ μου πάντων ἕνεκα εὐκλεεστάτῳ καὶ πάσης αἰδοῦς ἀξίῳ προσκυνήτῳ καὶ ὁμοψύχῳ ἀδελφῷ αἰδεσίμῳ μου νοταρίῳ παρὰ τοῦδε νοταρίου τὰ προσκυνούμενα γράμματα τῆς σῆς ἐνδιαθέτου φιλίας κομισάμενος, ἥσθην οὐ σμικρῶς ἐπὶ τῇ ἐνπεριεχομένῃ αὐτοῖς δεινότητι ῥητορικῇ, πρὸς ἣν οὐδὲ ἀπολογίας εὐπορεῖν δεδύνημαι διὰ τὴν ἐμὴν περὶ τοὺς νόμους ἀμαθείαν, κατὰ τὸ εἰρημένον τῶι παλαιῶι, ὡς· εἰ δέκα μὲν γλῶσσαι δέκα δὲ στόματʼ εἶεν. ἐπιστάμενος δὲ καὶ πεπεισμένος ἀκριβῶς ὡς οὐ μέχρι γραμμάτων καὶ λόγων ἡ πρὸς ἀλλήλους φιλία, ἀλλʼ ὑμᾶς εἰδέναι τὰ ἐμὰ ἐνθυμήματα, εἰ καὶ μὴ ἄρτι ἐκφράσαι ταῦτα οἷός τέ εἰμὶ, περὶ τούτου ἀφροντίστως διάκειμαι. παρακαλείσθω τοίνυν καὶ νῦν προσκυνείσθω πρὸς ἐμοῦ ἡ σὴ φιλία καὶ γράφειν μοι συχνῶς τὰ περὶ αὐτῆς, πρὸ ὀμμάτων ἀνελόντι ἐν ἐμαυτῷ τὴν περὶ αὐτῆς μνείαν ἀνάγραπτον, καὶ εὐχομένῳ αἰσίας αὐτῆς ἀκοῆς ἐφʼ ἑκάστης μεταλαβεῖν πρὸς πάντας γιγνομένης. ἐρρῶσθαί σε, δέσποτα, εὔχομαι