Ancient Greek
67299.1 to 67299.39
Documentary Papyri, P.Cair. Masp. 3 67299.1-39
Not analysed yet
…καὶ ἐμπεφυτευκέναι ὁμοῦ τὰ ὄντα νῦν ἐν τῷ αὐτῷ χωρήματι κέλλια δύο μετὰ τῆς φαινομένης αὐτῶν ὄψεως καὶ τῆς καθόλου περιοχῆς, σὺν εἰσόδοις καὶ ἐξόδοις καὶ θύραις καὶ θυρίσιν, κατʼ ἐμφυτεύσεως ὁμοῖως δίκαιον καὶ ἐπὶ κατοχῇ καὶ πάσῃ ἐξουσίᾳ καὶ πληρεστάτῳ ἐμφυτευτικῷ δικαίῳ ἀναφαιρέτως, πρὸς τῷ δύνασθαι, ὡς προγέγραπται, Φοιβάμμωνα τὸν λαμπρότατον καὶ σοφώτατον σχολαστικὸν καὶ κληρονόμους αὐτοῦ καὶ διαδόχους καὶ διακατόχους, ἔχειν ὡς εἴρηται ἅπαν τὸ προειρημένον ψιλὸν χώρημα μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου καὶ τῆς καθόλου περιοχῆς καὶ τῶν περιτειχισμάτων μετὰ τοῦ ἐνόντος αὐτῷ λάκκου τε καὶ ὑδρεύματος καὶ κυκλευτηρίου καὶ βοοστασίου καὶ πάσης …καὶ τῆς καθόλου περιοχῆς, ἐξεῖναι δὲ τῷ αὐτῷ λαμπροτάτῳ καὶ σοφωτάτῳ σχολαστικῷ Φοιβάμμωνι διεκδικεῖν πᾶν δίκαιον εἴτε σωματικὸν εἴτε ἀσώματον, προσῆκον τῷ προειρημένῳ ψιλῷ χωρήματι, εἰ συνέβη τι ἐν τῷ μεταξὺ χρόνῳ ἀποσπασθῆναι εἴτε μέρος τοῦ προειρημένου ψιλοῦ χωρήματος εἴτε δίκαιον τοῦτο ἐκδικῆσαι, καὶ ἔχειν ὑπὸ τὴν ἰδίαν κατοχὴν καὶ κτῆσιν, καὶ εἰς ἣν βούλεται ὄψιν καὶ εἰς ὃν βούλεται τρόπον μετασχηματίζειν αὐτὸν τὸν εἰρημένον τόπον καὶ τὰ ἐν αὐτῷ κελλία, καὶ ἀνοικοδομεῖν αὐτὰ …,καὶ ἁπλῶς, ὅπως ἂν αὐτῷ δόξῃ, εἴτε εἰς βελτίονα εἴτε εἰς χείρονα ἐνεγκεῖν ὄψιν, οἷα τῆς τοῦ αὐτοῦ τόπου τύχης κινδυνευομένης αὐτῷ, ἐξεῖναι δὲ αὐτῷ καὶ ἐκποιεῖν τὸ ἐπʼ αὐτῷ τῆς ἐμφυτεύσεως δίκαιον, καὶ ἀντικαταλλάττειν καὶ εἰς ὃν βούλεται ἄλλον παραπέμπειν ἀκωλύτως καὶ ἀνεμποδίστως. ἀνθʼ ὁμολογεῖ δὲ καὶ Φοιβάμμων ὁ λαμπρότατος καὶ σοφώτατος σχολαστικὸς ἑκὼν καὶ πεπεισμένος, χωρὶς παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ περιγραφῆς πάσης καὶ συναρπαγῆς, κυρίᾳ βουλήσει καὶ ἀμετατρέπτῳ λογισμῷ καὶ ἀμετανοήτῳ γνώμῃ ὀρθῇ διανοίᾳ, ἐξειληφέναι καὶ ἐμπεφυτεύεσθαι παρὰ τοῦ δικαίου τοῦ μνημονευθέντος ἁγίου οἴκου, διὰ τῶν προδηλουμένων θεοφιλεστάτων καὶ εὐλαβεστάτων προσώπων, τὸν προδηλούμενον ψιλὸν τόπον ὁλόκληρον οἵας ἐστὶ θέσεως, μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου καὶ τῆς καθόλου περιοχῆς, καὶ μετὰ τοῦ ὄντος ἐν αὐτῷ λάκκου τε καὶ ὑδρεύματος καὶ κυκλευτηρίου καὶ βοοστασίου καὶ τῶν ὄντων ἐν αὐτῷ νῦν δύο κελλίων καὶ παντὸς αὐτῶν τοῦ δικαίου καὶ τῆς καθόλου περιοχῆς. καὶ ὁμολογεῖ αὐτός τε καὶ κληρονόμοι αὐτοῦ καὶ διάδοχοι καὶ διακάτοχοι διδόναι καθʼ ἕκαστον ἐνιαυτὸν τῷ δικαίῳ τοῦ αὐτοῦ ἁγίου οἴκου, διὰ τῶν αὐτοῦ κατὰ καιρὸν προεστώτων εὐλαβεστάτων ἀνδρῶν, ὑπὲρ ἐτησίου ἀποτάκτου