Ancient Greek
67299.40 to 67299.70
Documentary Papyri, P.Cair. Masp. 3 67299.40-70
Not analysed yet
ἤτοι ἐμφυτεύματος τοῦ αὐτοῦ ψιλοῦ χωρήματος, νόμισμα ἓν παρὰ κεράτια πέντε κατὰ τὴν συναλλαγὴν τῆς πόλεως. ὁμολογοῦσιν δὲ οἱ ἀφʼ ἑκατέρου μέρους μὴ ἐξεῖναι μηθετέρῳ μέρει ἀναπαλαῖσαι πρὸς τὴν προγεγραμμένην ἐμφύτευσιν ἢ ὑπεναντίον αὐτῆς χωρεῖν, ἀλλʼ ἐν παντὶ χρόνῳ καὶ πᾶσι τρόποις ἄτρωτόν τε καὶ ἀσάλευτον παραφυλάξαι αὐτήν. καὶ ὅτι ταύτην τὴν ὁμολογίαν κατὰ νόμους πάσης ἐμφυτεύσεως φυλάσσοντες ἑκάστῳ αὐτῆς μέρει ἰσχυρὰν καὶ ἀσάλευτον, καὶ ἐπὶ τῆς προκειμένης ἐμφυτεύσεως μένοντες οὐ παραβήσονται τὴν τῶν αὐτῶν ἀμοιβαίων ὁμολογημάτων δύναμιν, οἱ ἀφʼ ἑκατέρου μέρους, Μηνᾶς μὲν ὁ εὐλαβέστατος γενικὸς οἰκονόμος καὶ Νουμένιος ἰδικὸς οἰκονόμος τοῦ πολλάκις εἰρημένου ἁγίου εὐκτηρίου οἴκου, διεβεβαιώσαντο ἐνώπιον τοῦ δεσπότου Χριστοῦ καὶ τοῦ περικειμένου αὐτοῖς σχήματος Φοιβάμμων δέ ὁ σχολασιτκὸς ἐπωμόσατο τήν τε ἁγίαν καὶ ὁμοούσιον Τριάδα, καὶ τὴν νίκην τοῦ τῆς οἰκουμένης δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, πρὸς τὸ, εἰ βουληθείη ὁπότερον παραβῆναι μέρος τὰ προδιομολογηθέντα, μηδὲν μὲν ὤνασθαι ἐκ τοῦ ἐπιχειρήματος, δώσειν δὲ τῷ ἐμμένοντι μέρει ὑπὲρ μόνου τοῦ τῆς παραβάσεως ἐγχειρήματος, ἐκ συμφώνου καὶ ἐπερωτήσεως, λόγῳ προστίμου καὶ ποινῆς, ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα, χρυσοῦ νομισμάτια τριάκοντα ἓξ εὔσταθμα, πρὸς τὸ καὶ μετὰ τὴν τοῦ προστίμου ἔκτισιν εἰ οὕτω τύχοι, καὶ πρὸ τῆς τούτου καταβολῆς, ἰσχυρὰν εἶναι ἀρραγῆ καὶ ἀσάλευτον τὴν δύναμιν τῆς πάρουσης ἐμφυτευτικῆς ὁμολογίας ἐπὶ πᾶσι τοῖς ἐμπεριεχομένοις αὐτῇ κεφαλαίοις πανταχοῦ προφερομένην, καὶ πρὸς τὸ τὸν παραβαίνοντα ἐνέχεσθαι τῷ τῆς ἐπιορκίας κινδύνῳ καὶ ἐγκλήματι ……ς τῆς ἁγίας ἐκκλησίας παραβα… μηδέποτε αὐτὸν ζημιώμασι τούτου χάριν προστριβήσεσθαι ……ῳ πίστει αὐτοῦ. καὶ ἐπὶ τούτοις ἐπερωτήσαντες ἀλλήλους οἱ ἀφʼ ἑκατεροῦ μέρους καὶ ἐπερωτηθέντες παρʼ ἀλλήλων ταῦθʼ οὕτως ἔχειν διδόναι ποιεῖν φυλάττειν εἰς πέρας ἄγειν ὡμολογήσαμεν ……Μηνᾶς μὲν ὁ εὐλαβέστατος γενικὸς οἰκονόμος …